Γράμμα τοῦ Ναυπάκτου Ἱεροθέου γιά τήν ἁγιοκατάταξη τοῦ Ἁγίου Πορφυρίου καί τοῦ Ἁγίου Σωφρονίου

Ὁ Μητροπολίτης Ναυπάκτου κ. Ἱερόθεος τόν Αὔγουστο τοῦ 2004, ἀφοῦ προηγουμένως εἶχε ἀποστείλει Γράμμα στόν Παναγιώτατο Οἰκουμενικό Πατριάρχη γιά τήν ἁγιοκατάταξη τοῦ Ἁγίου Παϊσίου, ἔστειλε νέο Γράμμα γιά τήν ἁγιοκατάταξη τοῦ Ἁγίου Πορφυρίου καί τοῦ Ἁγίου Σωφρονίου. Δημοσιεύεται κατωτέρω γιά πρώτη φορά ὁλόκληρο τό Γράμμα αὐτό τοῦ Μητροπολίτου γιά τούς ἁγίους Πορφύριο καί Σωφρόνιο.

 

 Ἱερά Μητρόπολις Ναυπάκτου καί Ἁγίου Βλασίου  Ἐν Ναυπάκτῳ τῇ 16ῃ Αὐγούστου 2004

Αρ. Πρωτ.: 467

τῷ Ἀρ­χι­ε­πι­σκό­πῳ Κων­στα­ντι­νου­πό­λε­ως, Νέ­ας Ρώ­μης

καί Οἰ­κου­με­νι­κῷ Πα­τρι­άρ­χῃ

Κυ­ρί­ῳ Κυ­ρί­ῳ Βαρ­θο­λο­μαί­ῳ

εἰς Βα­σι­λεύ­ου­σαν

Πα­να­γι­ώ­τα­τε Πά­τερ καί Δέ­σπο­τα,

Μέ τήν πρό­τρι­τα ἀ­πο­στα­λεῖ­σαν τῇ Ὑ­με­τέ­ρᾳ θει­ο­τά­τῃ Πα­να­γι­ό­τη­τι ἐ­μήν ἐ­πι­στο­λήν ἐ­ζή­τουν βα­θυ­σε­βά­στως τήν συ­γκα­τα­ρί­θμη­σιν ἐν ταῖς δέλ­τοις τῶν ἁ­γί­ων ἀν­δρῶν τοῦ ἐν ὁ­σι­ό­τη­τι βι­ώ­σα­ντος καί κοι­μη­θέ­ντος πα­τρός ἡ­μῶν Πα­ϊ­σί­ου τοῦ ἁ­γι­ο­ρεί­του.

Τα­νῦν, παρρησιαζόμενος μέν, προ­σβλέ­πων δέ πρός τήν με­γά­λην μα­κρο­θυ­μί­αν τῆς Ὑ­με­τέ­ρας θει­ο­τά­της Πα­να­γι­ό­τη­τος καί μι­μού­με­νος τό ἐ­παι­νε­θέν ὑ­πό τοῦ Κυ­ρί­ου θρά­σος τῆς χή­ρας τοῦ Εὐ­αγ­γε­λί­ου (Λουκ΄ ι­η΄, 1 καί ἑ­ξῆς), οὐ δι’ ἐ­μέ, ἀλ­λά δι­ά τούς φι­λοῦ­ντας τόν Θε­όν, ὑ­πο­βάλ­λω νέαν αἴτησιν πε­ρί ἑτέρων δύ­ο ἐ­ρα­στῶν τοῦ πνεύ­μα­τος καί τῆς ἐ­νυ­πο­στά­του σο­φί­ας τοῦ Θε­οῦ, ἤ­τοι τοῦ Λό­γου τοῦ Θε­οῦ.

Ὁ σο­φός Σο­λο­μών δι­α­τρα­νοῖ: «Ταύ­την (τήν σο­φί­αν) ἐ­φί­λη­σα καί ἐ­ξε­ζή­τη­σα ἐκ νε­ό­τη­τός μου καί ἐ­ζή­τη­σα νύμ­φην ἀ­γα­γέ­σθαι ἐ­μαυ­τῷ καί ἐ­ρα­στής ἐ­γε­νό­μην τοῦ κάλ­λους αὐ­τῆς. εὐ­γέ­νει­αν δο­ξά­ζει συμ­βί­ω­σιν Θε­οῦ ἔ­χου­σα, καί ὁ πά­ντων δε­σπό­της ἠ­γά­πη­σεν αὐ­τήν· μύ­στις γάρ τῆς τοῦ Θε­οῦ ἐ­πι­στή­μης καί αἱ­ρε­τίς τῶν ἔρ­γων αὐ­τοῦ» (Σοφ. Σολ. η΄, 2-4). Αὕ­τη ἡ ἐ­νυ­πό­στα­τος σο­φί­α τοῦ Θε­οῦ, ὁ τοῦ Θε­οῦ Υἱ­ός καί Λό­γος ἐ­στίν, ὁ ἀ­πο­κα­λυ­φθείς ἀ­σάρ­κως ἐν τοῖς Προ­φή­ταις καί ἀ­πο­κα­λυ­πτό­με­νος ἐν σαρ­κί ἐν τοῖς Ἀ­πο­στό­λοις καί ἁ­γί­οις ἐν ταῖς ἐ­σχά­ταις ἡ­μέ­ραις.

 Καί οἱ τοῦ Θε­οῦ φί­λοι δι­ά μέ­σου τῶν αἰ­ώ­νων ἐ­ρα­σταί τῆς σο­φί­ας ταύ­της ἐ­γέ­νο­ντο καί ἐ­φί­λη­σαν αὐ­τήν καί ἐ­ζή­τουν ψυ­χῇ τε καί καρ­δί­ᾳ «τήν τῶν σῶν (Θε­οῦ) θρό­νων πά­ρε­δρον σο­φί­αν» (Σοφ. Σο­λ. θ΄, 4), εἰ καί ἄν­θρω­ποι ἀ­σθε­νεῖς καί ὀ­λι­γο­χρό­νι­οι καί ἐ­λάσ­σο­νες ἐν συ­νέ­σει κρί­σε­ως καί νό­μων (ἔνθ. ἀ­νωτ. στ.΄ 5) ἦ­σαν, ἀλ­λά, ἐ­μπε­πλη­σμέ­νοι Πνεύ­μα­τος Ἁ­γί­ου, ἐ­πό­θουν τόν μό­νον Πο­θη­τόν καί ἀ­νε­ζή­τουν τό ἀ­κρό­τα­τον τῶν ἐ­φε­τῶν.

Ἡ τῆς Ὀρθοδόξου Ἐκκλησίας θε­ο­λο­γί­α ταυ­τι­ζο­μέ­νη με­τά τῆς θε­ω­ρί­ας τοῦ ἀ­κτί­στου Φω­τός καί τῆς γνώ­σε­ως τῆς προ­ερ­χο­μέ­νης ἐξ αὐτῆς ἀ­λη­θής σο­φί­α ἐ­στίν. Ἡ δέ θε­ο­λο­γί­α, ὡς γνῶ­σις ἐ­μπει­ρι­κή, ὡς «ἡ ἄ­γνοι­α ἡ ὑ­περ­τέ­ρα τῆς γνώ­σε­ως», ὡς γνῶ­σις ἥ­τις ἐ­στίν «τύ­πος τοῦ μέλ­λο­ντος ἐν τῇ ἀ­δο­λε­σχί­ᾳ μό­νῃ τῆς δι­α­νοί­ας τρυ­φῶ­σα ἐν τοῖς μυ­στη­ρί­οις τῶν μελ­λό­ντων», ἵ­να κα­τά τόν ἅ­γι­ον Ἰ­σα­άκ τόν Σύ­ρον εἴ­πω, καρ­πός ἐ­στιν τῆς κα­τά Θε­όν ἡ­συ­χί­ας. Οὕ­τως ἡ ἡ­συ­χί­α προ­ϋ­πό­θε­σίς ἐ­στιν τῆς οὕ­τω­σί κα­λου­μέ­νης ὀρ­θο­δό­ξου ἐ­μπει­ρι­κῆς θε­ο­λο­γί­ας.

Ἡ ἡ­συ­χί­α κα­τά μέν τόν τῆς Και­σα­ρεί­ας Μέ­γα Φω­στῆ­ρα «ἀρ­χή κα­θάρ­σε­ως τῇ ψυ­χῇ» ἐ­στιν, κα­τά δέ τόν τῆς Κλί­μα­κος ἅ­γι­ον «λο­γι­σμῶν ἐ­πι­στή­μη καί ἀ­σύ­λη­τος ἔν­νοι­ά ἐ­στιν». Κα­τά τόν ἅ­γι­ον Σι­να­ΐ­την Γρη­γό­ρι­ον «ἀρ­χή τῆς ἡ­συ­χί­ας ἡ σχο­λή» ἐ­στιν καί ἐκ ταύ­της «ἡ φω­τι­στι­κή δύ­να­μις καί θε­ω­ρί­α· καί τέ­λος ἡ ἔκ­στα­σις καί ἡ ἁρ­πα­γή τοῦ νο­ός πρός Θε­όν» ἐ­στιν. Κα­τά δέ τόν ἅ­γι­ον τῆς Θεσ­σα­λο­νί­κης Ποι­μέ­να Γρη­γό­ρι­ον τόν Πα­λα­μᾶν, ἡ ἡ­συ­χί­α «ἡ λή­θη τῶν κά­τω, ἡ μύ­στις τῶν ἄ­νω, ἡ τῶν νο­η­μά­των ἐ­πί τό κρεῖτ­τον ἀ­πό­θε­σίς ἐ­στιν».

Ταύ­την τήν κα­τά Θε­όν ἡ­συ­χί­αν ἠ­γά­πη­σαν σφό­δρα οἱ πο­θοῦ­ντες τά θεῖ­α, οἱ πει­νῶ­ντες καί δι­ψῶ­ντες τά ἐ­που­ρά­νι­α. Ταύ­την τήν σο­φί­αν ἐ­δί­ψη­σαν οἱ ἐ­ρα­σταί αὐ­τῆς ὡς ἔ­λα­φοι πο­ρευ­ό­με­ναι με­τά σπου­δῆς ἐ­πί τάς πη­γάς τῶν ὑ­δά­των κα­τά τόν προ­φη­τά­να­κτα Δαυ­ΐδ: «ὅν τρό­πον ἐ­πι­πο­θεῖ ἡ ἔ­λα­φος ἐ­πί τάς πη­γάς τῶν ὑ­δά­των, οὕ­τως ἐ­πι­πο­θεῖ ἡ ψυ­χή μου πρός σέ, ὁ Θε­ός. Ἐ­δί­ψη­σεν ἡ ψυ­χή μου πρός τόν Θε­όν, τόν ἰ­σχυ­ρόν, τόν ζῶ­ντα· πό­τε ἥ­ξω καί ὀ­φθή­σο­μαι τῷ προ­σώ­πῳ τοῦ Θε­οῦ;». (Ψαλμ. μα΄,2-3).

Ἡ  ἔκ­πει­νος καί ἔκ­δι­ψος αὕτη κα­τά­στα­σις ἐ­πι­φέ­ρει ἔ­ρω­τα ἀ­φό­ρη­τον, τόν θεῖ­ον, λέ­γω, ἔ­ρω­τα. Αὕ­τη ἡ θεί­α ἀ­γά­πη ὁ κε­κρυμ­μέ­νος ἐν ἡ­μῖν σπιν­θήρ τοῦ θεί­ου πό­θου ἐ­στίν, ὅς «φυ­σι­κῶς ἐν ἡ­μῖν ἐ­νυ­πάρ­χει» καί ὅ­τε ἐλ­λεί­πει οὗ­τος «πά­ντων κα­κῶν ἐ­στιν ἀ­φο­ρη­τό­τα­τον», κα­τά τόν Μέ­γαν Βα­σί­λει­ον.

 Καί κα­τά τόν τρί­τον τῆς θε­ο­λο­γί­ας ἐ­πώ­νυ­μον, Συ­με­ών τόν νέ­ον Θε­ο­λό­γον, «ἡ­συ­χί­α ἐ­στί νο­ός κα­τά­στα­σις ἀ­νε­νό­χλη­τος, γα­λή­νη ἐ­λευ­θέ­ρας καί ἀ­γαλ­λι­ω­μέ­νης ψυ­χῆς, καρ­δί­ας ἀ­τά­ρα­χος καί ἀ­κύ­μα­ντος βά­σις, θε­ω­ρί­α φω­τός, ἁρ­πα­γή νο­ός, ὁ­μι­λί­α κα­θα­ρά πρός Θε­όν, ἀ­κοί­μη­τος ὀ­φθαλ­μός, προ­σευ­χή νο­ε­ρά, ἕ­νω­σις με­τά Θε­οῦ καί συ­νά­φει­α καί τέ­λος θέ­ω­σις καί ἄ­πο­νος ἀ­νά­παυ­σις ἐν με­γά­λοις πό­νοις ἀ­σκή­σε­ως».

Ὁ τῆς Και­σα­ρεί­ας Φω­στήρ ᾐσθάνετο ἐν τῇ ζω­ῇ αὐ­τοῦ το­σοῦ­τον ἀ­φό­ρη­τον πό­θον καί ἑ­ώ­ρα­κεν τοι­οῦ­τον θαυ­μά­σι­ον κάλ­λος, ὥ­στε ἐ­ρω­τᾶ: «τί οὖν κάλ­λους θεί­ου θαυ­μα­σι­ώ­τε­ρον; ...ποῖ­ος πό­θος ψυ­χῆς οὕ­τω δρι­μύς καί ἀ­φό­ρη­τος ὡς ὁ ἀ­πό Θε­οῦ ἐγ­γι­νό­με­νος τῇ ἀ­πό κα­κί­ας κε­κα­θαρ­μέ­νῃ ψυ­χῇ καί ἀ­πό ἀ­λη­θι­νῆς δι­α­θέ­σε­ως λε­γού­σῃ τε­τρω­μέ­νῃ ἀ­γά­πης ἐ­γώ εἰ­μι;».

Ὁ καρ­πός τῆς ἡ­συ­χί­ας ταύ­της, τῆς τόν πό­θον τοῦ θεί­ου ἔ­ρω­τος Χά­ρι­τι Θε­οῦ ἀναφλεγούσης, ὁ­δη­γεῖ τόν θε­ού­με­νον, οὐ­χί εἰς τό ποι­εῖν τήν θέ­ω­σιν, ὅ­περ ἄτοπον τοῖς ἀνθρώποις ἐπεί τοῦ Θε­οῦ τοῦτό ἐ­στιν, ἀλ­λ’ εἰς τό πά­σχειν τήν θέ­ω­σιν, εἰς τό ὁ­ρᾶν τό τοῦ Θε­οῦ ἄ­κτι­στον Φῶς, τό ἀ­θέ­α­τον μέν τοῖς ἔ­χου­σιν τυ­φλόν τόν τε νοῦν καί τήν καρ­δί­αν, θεατόν δέ τοῖς θεουμένοις, ὅ­σον ἔξε­στιν αὐτοῖς, δι­ό ὁ Μέ­γας Φω­στήρ τῆς Και­σα­ρεί­ας καί αὖ­θις ἀ­πο­φαί­νε­ται: «Ἄρ­ρη­τοι πα­ντε­λῶς καί ἀ­νεκ­δι­ή­γη­τοι τοῦ θεί­ου κάλ­λους αἱ ἀ­στρα­παί· οὐ πα­ρί­στη­σι λό­γος, οὐ δέ­χε­ται ἀ­κο­ή... Τοῦ­το τό κάλ­λος σαρ­κί­νοις μέν ὀ­φθαλ­μοῖς ἀ­θε­ώ­ρη­τον, ψυ­χῇ δέ μό­νῃ καί δι­α­νοί­ᾳ κα­τα­λη­πτόν, εἴ­που τι­νά πε­ρι­έ­λαμ­ψε τῶν ἁ­γί­ων, καί ἀ­φό­ρη­τον τοῦ πό­θου τό κέ­ντρον αὐ­τοῖς, ἐ­γκα­τέ­λι­πεν...».

Συ­με­ών δέ ὁ Νέ­ος Θε­ο­λό­γος ἐ­ρα­στής γε­νό­με­νος τῆς σο­φί­ας ταύ­της ἔ­φη:

«Σέ γάρ ὁ­ρῶν τι­τρώ­σκο­μαι τά ἐ­ντός τῆς καρ­δί­ας

καί βλέ­πειν οὐκ ἰ­σχύ­ω σε καί μή βλέ­πων οὐ φέ­ρω·

ἀ­πρό­σι­τον τό κάλ­λος σου, ἀ­μί­μη­τον τό εἶ­δος,

ἀ­σύ­γκρι­τος ἡ δό­ξα σου, καί τίς πο­τέ σε εἶ­δεν

ἤ τίς ἰ­δεῖν σε δυ­νη­θῇ ὅ­λον, σέ, τόν Θε­όν μου;...

Ὅ­μως ὡς ἥ­λι­ον ὁ­ρῶ καί ὡς ἄ­στρον σε βλέ­πω,

καί ἐν τῷ κόλ­πῳ φέ­ρω σε, κα­θά­περ μαρ­γα­ρί­την,

καί ὡς λα­μπά­δα βλέ­πω σε σκεύ­ους ἡμ­μέ­νην ἔν­δον».

Ἐ­ντεῦ­θεν ἡ ὀρ­θό­δο­ξος ἐξ ἐμπειρίας θε­ο­λο­γί­α, οὐ­χί ἡ στο­χα­στι­κή ἀ­να­λο­γί­α, ἥ­τις τοῖς λο­γι­κοῖς μό­νοις ἐ­νυ­πάρ­χει, καί ἥτις «οὐκ ἔ­στιν αὕ­τη ἡ σο­φί­α ἄ­νω­θεν κα­τερ­χο­μέ­νη, ἀλ­λ’ ἐ­πί­γει­ος, ψυ­χι­κή, δαι­μο­νι­ώ­δης» (Ἰ­ακ. γ΄,15)· ἐ­ντεῦ­θεν οἱ πο­τα­μοί τοῦ Πνεύ­μα­τος οἱ ἐκ τῆς ἠλ­λοι­ω­μέ­νης καρ­δί­ας τῶν θε­ου­μέ­νων ἐκ­πο­ρευ­ό­με­νοι· ἐ­ντεῦ­θεν ἡ ἀ­κραι­φνής τῶν θεί­ων Γρα­φῶν ἑρ­μη­νεί­α· ἐ­ντεῦ­θεν ἡ ἀ­πλα­νής τῶν πι­στῶν κα­θο­δή­γη­σις· ἐ­ντεῦ­θεν τά χα­ρί­σμα­τα τῶν ἰ­α­μά­των· ἐ­ντεῦ­θεν οἱ ἅ­γι­οι πά­σχο­ντες «τά θεῖ­α μή δι­α­νο­ού­με­νοι», ὡς ὁ ἅ­γι­ος Γρη­γό­ρι­ος ὁ Πα­λα­μᾶς ἔ­φη· Ἐ­ντεῦ­θεν «τό ἔ­σχα­τον ὀ­ρε­κτόν, τοῦ­τό ἐ­στιν ἡ τῆς θε­ο­λο­γί­ας Χά­ρις», ὡς ὁ ἅ­γι­ος Δι­ά­δο­χος ὁ Φω­τι­κῆς φη­σι.

Τῷ ὄ­ντι, «τέ­λος ἁ­γνεί­ας, θε­ο­λο­γί­ας ὑ­πό­θε­σις», κα­τά τόν τῆς Κλί­μα­κος ἅ­γι­ον καί «ἔ­στι γάρ καί ἡ πε­ρί Θε­οῦ καί τῶν κα­τ’ αὐ­τόν δο­γμά­των γνῶ­σις, θε­ω­ρί­α, ὅ θε­ο­λο­γί­αν ὀ­νο­μά­ζο­μεν», κα­τά τόν ἅ­γι­ον Γρη­γό­ρι­ον, τόν τῆς Θεσ­σα­λο­νί­κης ποι­μέ­να καί θε­ο­λό­γον.

Συ­νε­λό­ντι εἰ­πεῖν, οἱ ἐ­ρα­σταί τῆς τοῦ Θε­οῦ σο­φί­ας ἠ­γά­πη­σαν καί ἀ­γα­πῶ­σιν τήν κα­τά Θε­όν σο­φί­αν, ἥ­τις δι­ά τοῦ θεί­ου ἔ­ρω­τος ἀ­να­βι­βά­ζει τού­τους εἰς ὕ­ψος θε­ω­ρί­ας ἐξ οὗ καί ἡ τῆς θε­ο­λο­γί­ας Χά­ρις καί ἐ­νέρ­γει­α πα­ρα­γί­γνε­ται τοῖς ἀ­ξί­οις, καί ἡ ἐ­πι­στα­σί­α τῶν ἀν­θρω­πί­νων ψυ­χῶν κα­τορ­θοῦ­ται, τῇ τοῦ Πνεύ­μα­τος δυ­νά­μει, δι­ά τοῖς ἐν τῇ Ἐκ­κλη­σί­ᾳ μυ­στη­ρί­οις.

Πα­να­γι­ώ­τα­τε Πά­τερ καί Δέ­σπο­τα,

Πολ­λοί ἐ­ρα­σταί τοῦ πνεύ­μα­τος καί ἀ­κρι­βεῖς θε­ο­λό­γοι ἀ­νε­δεί­χθη­σαν ἐν μέ­σῳ τῆς Ἐκ­κλη­σί­ας, ἐν οἷς καί δύ­ο ἐν Ἁγίῳ Ὄρει ἀθλήσαντες ἱ­ε­ρο­μό­να­χοι, ἀμ­φό­τε­ροι ἐν ὁ­σι­ό­τη­τι βι­ώ­σα­ντες καί κοι­μη­θέ­ντες, ἤ­τοι ὁ ἱ­ε­ρο­μό­να­χος π. Πορ­φύ­ρι­ος ὁ Καυ­σοκαλυβίτης καί ὁ ἱ­ε­ρο­μό­να­χος π. Σω­φρό­νι­ος ὁ Ἡσυχαστής, πι­στά τῆς Ἐκ­κλη­σί­ας τέ­κνα, τόν Θε­όν ἔ­χο­ντα ἐν τοῖς στέρ­νοις αὐ­τῶν καί με­γα­λύ­να­ντα τό Ὄ­νο­μα τοῦ Με­γά­λου Θε­οῦ καί Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ, ζῶ­ντα ἐν μέ­σῳ πολ­λῶν βλα­σφη­μού­ντων τό Ὄ­νο­μα τοῦ Θε­οῦ ἐν τοῖς ἔ­θνε­σιν. Οὗ­τοι κα­θω­δή­γη­σαν πλῆ­θος πι­στῶν τοῖς προ­φο­ρι­κοῖς τε καί γρα­πτοῖς ἐν­θέ­οις λό­γοις αὐτῶν, ἐν τῇ θε­ο­μι­μή­τῳ ἀ­να­στρο­φῇ καί χρι­στο­μι­μή­τῳ ἀ­γά­πῃ αὐ­τῶν. Οἰκεῖοι ἐγένοντο καί φίλοι Θε­οῦ καί ἐ­ποί­η­σαν πολ­λούς φί­λους Αὐτοῦ.

Ὁ ἀείμνηστος ἱ­ε­ρο­μό­να­χος πα­τήρ ἡ­μῶν Πορ­φύ­ρι­ος ὁ Καυσοκαλυβίτης, ἡ ὄ­ντως πορ­φύ­ρα τοῦ Πνεύ­μα­τος, ἐκ νε­α­ρᾶς ἡ­λι­κί­ας ἐ­πο­ρεύ­θη ἐν Ἁ­γί­ῳ Ὄ­ρει, ἁ­γι­ο­ρεί­της πα­ρα­μεί­νας ἐν ὅ­λῃ τῇ ζω­ῇ αὐ­τοῦ, ἐ­φαρ­μό­σας τό τοῦ ἁ­γί­ου Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου λέ­γο­ντος πε­ρί τοῦ Μ. Βα­σι­λεί­ου «φυ­γάς ἐν­θέν­δε πρός Πό­ντον με­τα­χω­ρεῖ, καί τοῖς ἐ­κεῖ­σε φρο­ντι­στη­ρί­οις ἐ­πι­στα­τεῖ. Αὐ­τός δέ κα­θι­στᾷ τι μνή­μης ἄ­ξι­ον, καί τήν ἔ­ρη­μον ἀ­σπά­ζε­ται με­τά Ἠ­λί­ου καί Ἰ­ω­άν­νου, τῶν πά­νυ φι­λο­σό­φων». Φλεγόμενος ὑ­πό θεί­ου ἔ­ρω­τος ἐ­πο­ρεύ­θη ἐν τοῖς φρο­ντι­στη­ρί­οις τῆς κα­τά Θε­όν φι­λο­σο­φί­ας ἐν Καυ­σο­κα­λυ­βί­οις πο­θῶν τόν τῆς ἀ­σκή­σε­ως βί­ον καί τήν μέ­θε­ξιν τοῦ ἐ­ρα­σμί­ου κάλ­λους Χρι­στοῦ τοῦ Θε­οῦ ἡ­μῶν. Ἐβίωσεν τήν ἄκραν ἡ­συ­χί­αν ἀ­γα­πή­σας τήν ὑ­πα­κο­ήν καί τήν κα­θα­ρό­τη­τα τῆς καρ­δί­ας, ἐ­γε­ώρ­γη­σεν τό γλυ­κύ­τα­τον μέ­λι τῆς ἡ­συ­χί­ας ἐν τῷ πνευ­μα­τι­κῷ τού­τῳ με­λισ­σῶ­νι. Ἔ­ζη­σεν τό ὑ­πό τοῦ ὁ­σί­ου Πέ­τρου τοῦ Δα­μα­σκη­νοῦ λε­χθέν «φεῦ­γε, σι­ώ­πα, ἡ­σύ­χα­ζε, αὗ­ται γάρ εἰ­σιν αἱ ρί­ζαι τῆς ἀ­να­μαρ­τη­σί­ας», δι­ό­περ καί ἐ­πέ­τυ­χεν τοῦ πο­θου­μέ­νου.

Ἐκ τοῦ μέ­λι­τος τῆς ἡ­συ­χί­ας ἐ­δό­θη­σαν αὐ­τῷ ὑ­πό τοῦ Πα­να­γί­ου καί Τε­λε­ταρ­χι­κοῦ Πνεύ­μα­τος μεί­ζο­να χα­ρί­σμα­τα, ὡς ἡ ἱ­ε­ρά ἐν τῇ καρ­δί­ᾳ προ­σευ­χή καί ὁ ἀ­κα­τά­παυ­στος θεῖ­ος ἔ­ρως, ἐ­νί­ο­τε ὡς πῦρ κα­τα­καῖ­ον τά πά­θη τῆς γη­ΐ­νης σαρ­κός καί ἐ­νί­ο­τε ὡς φῶς γλυ­καῖ­νον τό νο­ε­ρόν τῆς καρ­δί­ας.

Ἐ­δό­θη αὐ­τῷ τό πρῶ­τον ἡ «πε­πυ­ρω­μέ­νη καί γνη­σί­α προ­σευ­χή», κα­τά τόν λό­γον τοῦ Χρυ­σορ­ρή­μο­νος πα­τρός ἡ­μῶν Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου, «ἡ πυ­κνή καί ἔ­μπο­νος προ­σευ­χή», κα­τά τόν Νεῖ­λον τόν ἀ­σκη­τήν, ἡ «συ­νου­σί­α καί ἕ­νω­σις ἀν­θρώ­που καί Θε­οῦ», κα­τά τόν τῆς Κλί­μα­κος ἅ­γι­ον. Ἡ ἀ­δι­ά­λει­πτος καί μο­νο­λό­γι­στος εὐ­χή «ἡ­νώ­θη τῇ πνο­ῇ» τοῦ μα­κα­ρί­ου τού­του ἀν­δρός καί ἐ­νηρ­γεῖ­το αὐ­το­κι­νή­τως, ἀ­κρι­βέ­στε­ρον ἑ­τε­ρο­κι­νή­τως, ἤ­γουν ὑ­πό τοῦ Πα­να­γί­ου Πνεύ­μα­τος, ἐν νυ­κτί τε καί ἡ­μέ­ρᾳ, ἐν δι­α­κο­νί­ᾳ καί ἀ­κο­λου­θί­ᾳ, ἐν ὕ­πνῳ καί ἐν ἐ­γρη­γόρ­σει. Ἡ ἐν αὐ­τῷ ἐ­νερ­γου­μέ­νη χά­ρις ἥ­νω­σεν νοῦν καί καρ­δί­αν καί οὕ­τως ὁ μα­κά­ρι­ος ἀ­νήρ ἐ­γνώ­ρι­σεν προ­πτω­τι­κάς κα­τα­στά­σεις, τήν τοῦ Ἀ­δάμ ζω­ήν πρό τοῦ ἐν­δυ­θῆ­ναι αὐ­τόν τούς δερ­μα­τί­νους χι­τῶ­νας τῆς φθο­ρᾶς καί τῆς θνη­τό­τη­τος.

Ἐ­πεί ἡ πο­ρεί­α πρός Θε­όν ἀ­τέ­λε­στός ἐ­στιν, κα­τά τόν λό­γον τοῦ ἁ­γί­ου Γρη­γο­ρί­ου Νύσ­σης καί «ἐ­πί δέ τῆς ἀ­ρε­τῆς ἕ­ναν ὅ­ρον ἐ­μά­θο­μεν, τό μή ἔ­χειν αὐ­τήν ὅ­ρον», καί «ἡ τε­λει­ό­της ὅ­ροις οὐ δι­α­λαμ­βά­νε­ται, τῆς δέ ἀ­ρε­τῆς εἷς ὅ­ρος ἐ­στι, τό ἀ­ό­ρι­στον», ἐ­δό­θη­σαν αὐ­τῷ ποι­κί­λα πνευ­μα­τι­κά χα­ρί­σμα­τα, ὡς τό δι­ο­ρα­τι­κόν, τό ὁ­ρᾶν, δῆ­λόν ὅ­τι, τόν ἐν ταῖς ψυχαῖς κρυπτόν ἄνθρωπον καί τήν ἐ­νέρ­γει­αν τῆς Χά­ρι­τος τοῦ Θε­οῦ. Ἔ­λα­βεν ἔ­τι πλέ­ον καί τό προ­ο­ρα­τι­κόν χά­ρι­σμα τοῦ γι­νώ­σκειν τά μέλ­λο­ντα τοῖς ἀν­θρώ­ποις συμ­βαί­νειν, γε­νό­με­νος οὕ­τως ἀ­πλα­νής καί δι­α­κρι­τι­κός πα­τήρ τοῖς ἐν ποι­κί­λοις βα­σά­νοις καί πει­ρα­σμοῖς πε­ρι­πί­πτου­σιν ἀν­θρώ­ποις.

Ὁ πρός τόν Θε­όν ἔ­ρως ἀ­κα­τά­παυ­στος ἦν ἐν τῇ καρ­δί­ᾳ αὐ­τοῦ. Ἐ­πεί ὁ θεῖ­ος ἔ­ρως ἐκ­στα­τι­κός ἐ­στιν «οὐκ ἐ­ᾷ ἑ­αυ­τόν εἶ­ναι τούς ἐ­ρα­στάς, ἀλ­λά τῶν ἐ­ρω­μέ­νων» κα­τά τόν λό­γον τοῦ ἀγ­γε­λό­νο­ος Δι­ο­νυ­σί­ου Ἀ­ρε­ο­πα­γί­του, ὑ­πεν­θυ­μί­ζο­ντος τόν λό­γον τοῦ θεί­ου Ἀ­πο­στό­λου Παύ­λου «ζῶ δέ οὐ­κέ­τι ἐ­γώ, ζῇ δέ ἐν ἐ­μοί Χρι­στός» (Γαλ. β΄, 2) καί ἑρ­μη­νεύ­ο­ντος αὖθις τοῦ Ἀ­ρε­ο­πα­γί­του ὅ­τι ὁ θεῖ­ος Ἀ­πό­στο­λος ἔ­ζη «ὡς ἀ­λη­θής ἐ­ρα­στής καί ἐ­ξε­στη­κώς τῷ Θε­ῷ καί οὐ τήν ἑ­αυ­τοῦ ζω­ήν, ἀλ­λά τήν τοῦ ἐ­ρα­στοῦ ζω­ήν ὡς σφό­δρα ἀ­γα­πη­τήν».

Ἔ­μα­θεν ὁ ἱ­ε­ρός Πα­τήρ Πορ­φύ­ρι­ος ἐν τοῖς φρο­ντι­στη­ρί­οις τῆς ἐ­ρή­μου τῶν Καυ­σο­κα­λυ­βί­ων, ἔγ­γι­στα τοῖς πε­πει­ρα­μέ­νοις κα­θη­γη­ταῖς τῆς ἐ­ρή­μου, τήν φι­λέ­ρη­μον καί ἡ­συ­χα­στι­κήν, τήν ἄλ­λως λε­γο­μέ­νην νη­πτι­κήν ζω­ήν, ἐκ τῆς ὑ­πα­κο­ῆς καί τῆς ἀ­κο­ρέ­στου νο­ε­ρᾶς προ­σευ­χῆς, τήν δι­δα­χθεῖ­σαν αὐ­τῷ ὑ­πό τοῦ Θε­οῦ καί ἐ­ντυ­πω­θεῖ­σαν ταῖς κα­θα­ραῖς πλα­ξίν τῆς καρδίας αὐ­τοῦ δι­ά τῶν ἐμπείρων εἰς τάς ὁράσεις ἐρ­γα­τῶν τῆς νο­ε­ρᾶς προ­σευ­χῆς, ὡς τοῦ Γε­ρο-Δη­μᾶ καί τῆς κε­λα­η­δού­σης ἀ­η­δό­νος. Τοῦτο, τό κληθέν ὑπό τοῦ πατρός «ἀ­η­δο­νά­κι», ἐ­δί­δα­ξεν αὐ­τόν τήν ἀ­ξί­αν τῆς ἡ­συ­χί­ας καί τό κα­τά μό­νας ἀ­νυ­μνεῖν τόν Θε­όν, καί δή τήν λε­γο­μέ­νην νο­ε­ράν ἡ­συ­χί­αν ὡς ἐρασμίαν ζω­ήν ἀ­φι­ε­ρω­μέ­νην ὅ­λως τῷ Θε­ῷ.

Ἐκ τῆς χα­ρι­σμα­τι­κῆς ταύ­της κα­τα­στά­σε­ως ὁ ἱ­ε­ρός οὗ­τος Πα­τήρ ἔμπλεος ἦν τῆς ἀγάπης τοῦ Χριστοῦ, ἥτις ἐστίν τό βάθρον τῆς ἐν πνεύ­μα­τι ζω­ῆς, ἀλ­λά καί πλή­ρης τῆς τοῦ πνεύ­μα­τος ἐ­λευ­θε­ρί­ας. Οὗτος, ὡς ἔφη, ἐξ ἰδίας πείρας ἐγίγνω­σκε ὅ­τι «ἡ θρη­σκεί­α μας εἶ­ναι ἀ­γά­πη, εἶ­ναι ἔ­ρω­τας, εἶ­ναι ἐν­θου­σι­α­σμός, εἶ­ναι τρέλ­λα, εἶ­ναι λα­χτά­ρα τοῦ θεί­ου», πνευ­μα­τι­κός οἶ­νός ἐ­στιν καί δή ὅ­τι «ὁ πνευ­μα­τι­κός οἶ­νος εἶ­ναι ἄ­κρα­τος, ἀ­νό­θευ­τος, πο­λύ δυ­να­τός καί ὅ­ταν τόν πί­νεις, σέ με­θά­ει». Με­λε­τῶν δέ τις τούς ἐκ­δο­θέ­ντας λό­γους αὐτοῦ δι­α­πι­στοῖ ὅ­τι ὁ μα­κά­ρι­ος καί εὐ­λο­γη­μέ­νος οὗ­τος ἀ­νήρ ζῶν ἐν τῇ ἐλευθερίᾳ καί εὐ­ρυ­χω­ρί­ᾳ τοῦ Πνεύ­μα­τος, ἀ­νέ­βη εἰς ὕ­ψος πνευ­μα­τι­κόν, ὅ­θεν καί ὁ­ρᾶ τά πά­ντα ἐν εὐ­ρυ­χω­ρί­ᾳ καί ἐν τῇ κατά Χριστόν ἐ­λευ­θε­ρί­ᾳ.

Ἡ τοῦ Θε­οῦ ἐ­νέρ­γει­α, τοὐ­τέ­στιν τό τέ­λει­ον θέ­λη­μα τοῦ Θε­οῦ, τό κα­θαῖ­ρον τό πα­θη­τι­κόν καί νο­ε­ρόν τῆς ψυ­χῆς καί ἀ­νυ­ψοῦν τόν νοῦν εἰς θε­ω­ρί­αν Θε­οῦ, ἐ­ντός αὐ­τοῦ εἰργάζετο, κα­τά τόν ἅ­γι­ον Γρη­γό­ρι­ον Νύσ­σης, τόν εἰ­πό­ντα: «Ἔ­στιν οὖν θέ­λη­μα τέ­λει­ον τοῦ Θε­οῦ τό κα­θᾶ­ραι δι­ά τῆς χά­ρι­τος τήν ψυ­χήν πα­ντός μο­λυ­σμοῦ, τῶν τοῦ σώ­μα­τος ἡ­δο­νῶν ὑ­ψη­λο­τέ­ραν ποι­ή­σα­ντα, καί προ­σά­γειν αὐ­τήν κα­θα­ράν τῷ Θε­ῷ, πο­θοῦ­σαν καί δυ­να­μέ­νην ἰ­δεῖν τό νο­η­τόν ἐ­κεῖ­νο καί ἄ­φρα­στον φῶς». Τῆς ἱ­ε­ρᾶς ταύ­της ἀ­νό­δου πρός Θε­όν ἠ­ξι­ώ­θη ὁ μα­κά­ρι­ος ἱ­ε­ρο­μό­να­χος π. Πορ­φύ­ρι­ος.

Ὁ­δη­γη­θείς δέ ὑ­πό τῆς τοῦ Θε­οῦ Χά­ρι­τος ἐ­ξῆλ­θεν τοῦ Ὄ­ρους καί ἤ­σκη­σεν ποι­μα­ντι­κήν δι­α­κο­νί­αν ἐν μέ­σαις Ἀ­θή­ναις, ζῶν ἐν ταυ­τῷ, ἐν τῷ κατ΄ ἐ­πί­φα­σιν κλει­νῷ ἄ­στει, ὡς ἀ­σκη­τής ἐν τῇ ἐ­ρή­μῳ τοῦ Ὄ­ρους. Ἠρ­γά­σθη πνευ­μα­τι­κῶς ἐν τῇ Πο­λυ­κλι­νι­κῇ Ἀ­θη­νῶν ἐν μέ­σῳ πό­νου καί στε­να­γμῶν, ἀλλά καί ἐνδιέτριψεν ἐ­πί πολ­λά ἔ­τη ἐν τῇ Πλα­τεί­ᾳ Ὁ­μο­νοί­ας, ἐν μέ­σῳ τοῦ ἀνθρωπίνου πό­νου, τήν ἀ­λη­θῆ ἀ­να­χώ­ρη­σιν ἐκ τοῦ κό­σμου βιών, ὡς ἔ­φη ὁ Μέ­γας Βα­σί­λει­ος «κό­σμου ἀ­να­χώ­ρη­σις οὐ τό ἔ­ξω αὐ­τοῦ γε­νέ­σθαι σω­μα­τι­κῶς, ἀλ­λά τῆς πρός τό σῶ­μα συ­μπα­θεί­ας τήν ψυ­χήν ἀ­πορ­ρῆ­σαι, καί γε­νέ­σθαι ἄ­πο­λιν, ἄ­οι­κον, ἀ­νί­δε­ον, ἀ­φι­λέ­ται­ρον, ἀ­κτή­μο­να, ἄ­βι­ον, ἀ­πρά­γμο­να, ἀ­συ­νάλ­λα­κτον, ἀ­μα­θῆ τῶν ἀν­θρω­πί­ων δι­δα­γμά­των· ἕ­τοι­μον ὑ­πο­δέ­ξα­σθαι τῇ καρ­δί­ᾳ τάς ἐκ τῆς θεί­ας δι­δα­σκα­λί­ας ἐγ­γι­νο­μέ­νας δι­α­τυ­πώ­σεις». Καί ὡς ἐ­ρη­μί­της ἐν Ἀ­θή­ναις ἐ­ποί­μα­νεν τούς ἀ­πο­στα­λέ­ντας αὐ­τῷ Χρι­στι­α­νούς με­τά σο­φί­ας καί συ­νέ­σε­ως οὐ τῆς τυ­χού­σης, ἰδίᾳ με­τά τῆς κα­θα­ρᾶς ἀ­γα­πώ­σης καρ­δί­ας αὐ­τοῦ, ἥν προ­σέ­φε­ρεν καί ἐ­ξέ­χε­εν ἀ­φει­δῶς εἰς ἐγ­γά­μους τε καί ἀ­γά­μους, εἰς πόρ­νας τε καί σώ­φρο­νας, εἰς νέ­ους τε καί γέ­ρο­ντας, εἰς ἅ­πα­ντας ἀ­δι­α­κρί­τως τούς ἀν­θρώ­πους, πο­θῶν, εἰ δυ­να­τόν ἐ­στιν, κατατμηθῆναι καί καταμερισθῆναι τήν καρ­δί­αν καί δο­θῆ­ναι αὐ­τοῖς.

Οὗτος ὁ φιλόθεος ἐ­ρῶν ἀ­κο­ρέ­στως τόν Χρι­στόν, πε­ρί οὗ ἀ­ε­νά­ως ὡ­μί­λει, ἐθεώρει τούς πά­ντας, δι­καί­ους τε καί ἁ­μαρ­τω­λούς ὡς κα­τ’ εἰ­κό­να Θε­οῦ κτι­σθέ­ντας, ὡς Αὐ­τόν τόν Χρι­στόν, κα­τά τό πα­τε­ρι­κόν ἀ­πό­φθε­γμα: «εἶ­δες τόν ἀ­δελ­φόν σου, εἶ­δες τόν Θε­όν σου». Ἐβεβαιώθη καί ἐν αὐ­τῷ ὁ λό­γος τοῦ ὁ­σί­ου πα­τρός ἡ­μῶν Συ­με­ών τοῦ νέ­ου Θε­ο­λό­γου, τῆς πνευ­μα­τι­κῆς ταύτης ἀ­η­δό­νος: «Πά­ντας τούς πι­στούς ὡς ἕ­να βλέ­πειν ὀ­φεί­λο­μεν οἱ πι­στοί καί ἐ­φ’ ἑ­νί ἑ­κά­στῳ αὐ­τῶν εἶ­ναι λο­γί­ζε­σθαι τόν Χρι­στόν καί οὕ­τως τῇ πρός αὐ­τόν ἀ­γά­πῃ δι­ά­κει­σθαι, ὡς ἑ­τοί­μους εἶ­ναι ὑ­πέρ αὐ­τοῦ τι­θέ­ναι τάς ἰ­δί­ας ψυ­χάς». Πά­ντες, οἱ ἐγ­γύς καί οἱ μα­κράν, ἠ­γα­πή­θη­σαν καί κα­θω­δη­γή­θη­σαν ἀ­πλα­νῶς ὑ­πό τοῦ ἱ­ε­ροῦ τού­του πα­τρός, οὐ μό­νον ἄν­θρω­ποι πα­ντοί­ας πνευ­μα­τι­κῆς ἡλικίας, εὑρίσκοντες εὐ­λο­γη­μέ­νην κα­τα­φυγήν ἐν τῇ εὐ­ρυ­χώ­ρῳ αὐ­τοῦ καρ­δί­ᾳ, ἀλ­λά καί τά ἄ­γρι­α ζῶ­α ἠ­γά­πη­σαν καί ἠ­γα­πή­θη­σαν ὑ­π’ αὐ­τοῦ ὑ­πεί­κο­ντα αὐ­τῷ.

Οἱ τοῦ μα­κα­ρί­ου τού­του πα­τρός πε­ρί Ἐκ­κλη­σί­ας ἐκδο­θέ­ντες λό­γοι πε­ρί θεί­ου ἔ­ρω­τος, πε­ρί προ­σευ­χῆς, πε­ρί πνευ­μα­τι­κοῦ ἀ­γῶ­νος, πε­ρί τοῦ μο­να­χι­κοῦ πο­λι­τεύ­μα­τος, πε­ρί τοῦ μυ­στη­ρί­ου τῆς με­τα­νοί­ας, πε­ρί τῆς ἀ­γά­πης εἰς τόν πλη­σί­ον, πε­ρί τῆς θεί­ας προ­νοί­ας, πε­ρί τῆς ἀ­γω­γῆς τῶν παι­δι­ῶν, πε­ρί λο­γι­σμῶν καρ­δί­ας, πε­ρί τῆς κτί­σε­ως, πε­ρί ἀ­σθε­νεί­ας, πε­ρί τοῦ δι­ο­ρα­τι­κοῦ χα­ρί­σμα­τος, καρ­ποί τῆς ζώ­σης θε­ο­λο­γί­ας εἰ­σίν τῆς ἀ­πορ­ρε­ού­σης ἐκ τῆς νο­ε­ρᾶς ἡ­συ­χί­ας καί τῆς καρ­δι­α­κῆς προ­σευ­χῆς.

Τό δέ τέ­λος τοῦ ὁ­σί­ου τού­του καί εὐ­λο­γη­μέ­νου ἀν­δρός μα­κά­ρι­ον ἦν, ἐ­φά­μιλ­λον τῶν ὁ­σί­ων ἀν­δρῶν καί ὅ­μοι­ον πρός τήν ἔ­ναρ­ξιν τῆς ἀ­σκη­τι­κῆς αὐ­τοῦ ἐν τῇ ἐ­ρή­μῳ ζω­ῆς, μί­μη­σις ἀ­λη­θῶς τῆς πα­νε­ρή­μου κε­λα­η­δού­σης ἀ­η­δό­νος, «τοῦ ἀ­η­δο­νι­οῦ του». Ζῶν γοῦν ἀ­δι­α­λεί­πτως εἴ­τε ἐν Ἀ­θή­ναις εἴ­τε ἐν Ἀτ­τι­κῇ, ὡς ἐν τῇ ἐ­ρή­μῳ τοῦ Ἁ­γί­ου Ὄ­ρους, ἐ­πε­πό­θη­σεν ἡ ψυ­χή αὐ­τοῦ ἵ­να κοι­μη­θῇ ἐν τῷ «πε­ρι­βο­λαί­ῳ τῆς Θε­ο­τό­κου», ἐν τοῖς φρο­ντι­στη­ρί­οις τοῦ Ἄ­θω­νος, μα­κράν τῶν ἀν­θρώ­πων τῶν ἀ­γα­πώ­ντων αὐ­τόν σφό­δρα, δι­δά­σκων οὕ­τω τό κοι­μᾶ­σθαι ἐν Κυ­ρί­ῳ καί οὐ τό τε­λευ­τᾶν, ἀλ­λά τό τε­λει­οῦ­σθαι ἐν Κυ­ρί­ῳ, μα­κράν τῶν βλεμ­μά­των καί τῶν ἐ­παί­νων τῶν ἀν­θρώ­πων ἐν βα­θυ­τά­τῃ τα­πει­νώ­σει, γνω­ρί­ζων κάλ­λι­ον πα­ντός ἑ­τέ­ρου ὅ­τι «πᾶν δώ­ρη­μα τέ­λει­ον ἄ­νω­θέν ἐ­στι, ἐκ τοῦ Πα­τρός τῶν Φώ­των», ἐ­πεί «τοῦ Θε­οῦ μή ἐ­νερ­γοῦ­ντος ἐν ἡ­μῖν πᾶν τό πα­ρ’ ἡ­μῶν γε­νό­με­νον ἁ­μαρ­τί­α» ἐ­στίν, ὡς ἔ­φη ὁ τῆς Θεσ­σα­λο­νί­κης ἅ­γι­ος Γρη­γό­ρι­ος, καί κα­τά τόν λό­γον τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ εἰ­ρη­κό­τος «χω­ρίς ἐ­μοῦ οὐ δύ­να­σθε ποι­εῖν οὐ­δέν» (Ἰ­ω. ι­ε΄, 5).

Ὁ ἀείμνηστος ἱ­ε­ρο­μό­να­χος πα­τήρ ἡ­μῶν Σω­φρό­νι­ος ὁ Ἡσυχαστής καί οὗ­τος σω­φρό­νως πο­λι­τευ­σά­με­νος καί σω­φρο­νί­σας πολ­λούς ἔ­ζη­σεν ἐν Ἁ­γί­ῳ Ὄ­ρει, καί­τοι ἐκ τῆς Τσα­ρι­κῆς Ρω­σί­ας κατήγαγεν τό γένος αὐτοῦ, καί ἀ­νε­δεί­χθη ἐν Χρι­στῷ γί­γας τοῦ πνεύ­μα­τος ἐν ταῖς ἡ­μέ­ραις ἡ­μῶν ἐν ἀ­σκή­σει καί ἡ­συ­χί­ᾳ, ἐν βα­θυ­τά­τῃ με­τα­νοί­ᾳ καί ἀ­κο­ρέ­στῳ προ­σευ­χῇ καί ἐν ὕ­ψει ὀρ­θο­δό­ξου θε­ο­λο­γί­ας, βι­ώ­σας ἀ­λη­θῶς ἐν πνεύ­μα­τι τήν ὁ­δόν τοῦ Κυ­ρί­ου, ἤ­τοι τό μυ­στή­ρι­ον τῆς ἀ­κε­νώ­του κε­νώ­σε­ως Αὐ­τοῦ μέ­χρι κα­τα­βά­σε­ως εἰς ἅ­δην, τήν Ἀ­νά­στα­σιν καί τήν θείαν Αὐ­τοῦ Ἀ­νά­λη­ψιν.

Ἀναζητῶν κατ΄ ἀρ­χήν τόν Θεόν ἐν τῇ ἀπροσώπῳ θεωρίᾳ τῶν Ἀνατολικῶν θρησκειῶν, ἐπεδόθη εἰς ἀκράτητον μετάνοιαν διά τό ὀλίσθημα τοῦτο καί οὕτω ἠ­ξι­ώ­θη θεί­ας καί σπα­νί­ας ἀ­πο­κα­λύ­ψε­ως τοῦ ἀληθινοῦ Θεοῦ ἐν προ­σώπῳ Ἰησοῦ Χριστοῦ, ἤ­τοι ἀ­πε­κα­λύ­φθη ἐν τῇ ἀ­πεί­ρῳ ἀ­γά­πῃ Αὐ­τοῦ ὁ νο­η­τός ἥ­λι­ος τῆς δι­και­ο­σύ­νης καί ἔ­μα­θεν ἀν­θ’ ὧν ἔ­πα­θεν τήν ἀ­γά­πην Αὐ­τοῦ καί τήν ὑ­πο­στα­τι­κήν Αὐ­τοῦ ὕ­παρ­ξιν. Δι­ό καί ἐν συ­νε­χεί­ᾳ ἐ­πε­δό­θη εἰς ἀ­κρά­τη­τον με­τά­νοι­αν τήν τά πά­ντα συ­ντρί­βου­σαν καί αὐ­τά ταῦ­τα τά ὀ­στέ­α αὐ­τοῦ ὡς καί εἰς ἀ­τε­λεύ­τη­τον καί ἀ­κό­ρε­στον ὁρ­μήν πρός τόν δυ­νά­με­νον σῶ­σαι ἐκ θα­νά­του, τοὐ­τέ­στιν τόν Χρι­στόν. Αὕ­τη ἡ με­τά­νοι­α οὐκ ἦν ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Πα­να­γί­ου Πνεύ­μα­τος καί τῆς προ­σω­πι­κῆς ὁ­ρά­σε­ως καί γνώ­σε­ως τοῦ Τρι­α­δι­κοῦ Θε­οῦ ἐν Προ­σώ­πῳ Ἰ­η­σοῦ Χρι­στοῦ. Ἔ­φη γάρ ὁ τῆς Νύσ­σης Πρό­ε­δρος ἅ­γι­ος Γρη­γό­ρι­ος: «ἡ τῷ Θε­ῷ συ­να­πτο­μέ­νη ψυ­χή ἀ­κο­ρέ­στως ἔ­χει τῆς ἀ­πο­λαύ­σε­ως, ὅ­σῳ δα­ψι­λέ­στε­ρον ἐμ­φο­ρεῖ­ται τοῦ κάλ­λους, το­σού­τῳ σφο­δρό­τε­ρον τοῖς πό­θοις ἀ­κμά­ζου­σα». Ἐ­ντεῦ­θεν καί ἡ ἀ­κρά­τη­τος τῆς με­τα­νοί­ας ὁρ­μή ὡς διηνεκοῦς ἀ­να­γεν­νή­σε­ως τοῦ πε­πτω­κό­τος ἀν­θρώ­που.

Οὕτως ὁ μακάριος βι­ώ­σας «ἐν αἰ­σθή­σει καί πλη­ρο­φο­ρί­ᾳ» τήν μνή­μην τοῦ θα­νά­του ὡς χα­ρι­σμα­τι­κήν κα­τά­στα­σιν καί ἀ­να­ζη­τῶν τόν ἀ­κό­ρε­στον κο­ρε­σμόν τοῦ θεί­ου ἐ­λέ­ους ἀ­νε­χώ­ρη­σεν εἰς Ἅ­γι­ον Ὄ­ρος, ἐγκαταλείψας τάς ἐν Πα­ρι­σί­οις δι­α­τρι­βάς αὐ­τοῦ, τήν τε τέ­χνην καί τάς θε­ο­λο­γι­κάς σπου­δάς, ἵ­να σπου­δά­σῃ ἐν τοῖς φρο­ντι­στη­ρί­οις τοῦ Ἄ­θω τά μυ­στή­ρι­α τοῦ Πνεύ­μα­τος. Ἠ­σκή­θη τό πρῶ­τον ἐν τῇ ἱ­ε­ρᾷ Μο­νῇ τοῦ ἁ­γί­ου Πα­ντε­λε­ή­μο­νος γνω­ρί­σας τήν κα­τά Θε­όν σο­φί­αν τοῦ ἁ­γί­ου πα­τρός Σι­λου­α­νοῦ τοῦ Ἀθωνίτου, τήν συγ­γε­νεύ­ου­σαν με­τά τῆς ἰ­δί­ας αὐ­τοῦ πεί­ρας, καί εἶ­τα ἀ­νή­χθη εἰς τήν ἔ­ρη­μον, οὐ­χί ἵνα πει­ρα­σθῇ ὑ­πό τοῦ δι­α­βό­λου, ἀλ­λ' ἵνα ζήσῃ ἐν ἀ­δι­α­λεί­πτῳ με­τα­νοί­ᾳ, ἀ­κο­ρέ­στῳ ἔ­ρω­τι καί ἀ­πο­λύ­τῳ ἡ­συ­χί­ᾳ τά τοῦ Πνεύ­μα­τος μυ­στή­ρι­α τά χα­ρι­σθέ­ντα αὐ­τῷ ὑ­πό τοῦ Θε­οῦ κα­τά τήν ἄ­κραν Αὐ­τοῦ φι­λαν­θρω­πί­αν, ἐν τῇ θνη­τῇ αὐ­τοῦ σαρ­κί.

Τά ἐν Ἁγίῳ Ὄρει κλη­θέ­ντα «φρι­κτά Κα­ρού­λι­α» ἐ­δέ­χθη­σαν τόν ἀ­θλη­τήν τοῦ Χρι­στοῦ, τόν ἐ­γνω­κό­τα τόν Κύ­ρι­ον τῆς δό­ξης, τόν δι­α­κρί­να­ντα τήν με­τα­ξύ ἀ­κτί­στου καί κτι­στοῦ δι­α­φο­ράν καί ἀ­να­ζη­τοῦ­ντα τήν ἀ­κό­ρε­στον καί ἀ­τέ­λε­στον τε­λει­ό­τη­τα, δι­ό ἄν καί «φρι­κτά» ταῦ­τα ἔ­φρι­ξαν ἐκ τοῦ κό­που καί τοῦ μό­χθου τοῦ ἱ­ε­ροῦ τού­του ἀν­δρός, ἐκ τῆς ἐ­μπό­νου νυ­χθη­μέ­ρου ἀ­δι­α­λεί­πτου προ­σευ­χῆς, ἐκ τοῦ κλαυ­θμοῦ καί ὀ­δυρ­μοῦ τοῦ ἐκ­πο­ρευ­ο­μέ­νου ἐ­ξ ὅ­λης τῆς ὑ­πάρ­ξε­ως αὐ­τοῦ, ἐκ τῆς ἐν Πνεύ­μα­τι με­τα­νοί­ας ἕ­ως τοῦ «αὐ­το­μί­σους», εὐ­χο­μέ­νου αὐ­τοῦ με­τά τοῦ Ψαλ­μω­δοῦ: «ἐ­γεν­νή­θη τά δά­κρυ­ά μου ἐ­μοί ἄρ­τος ἡ­μέ­ρας καί νυ­κτός ἐν τῷ λέ­γε­σθαί μοι κα­θ’ ἑ­κά­στην ἡ­μέ­ραν· Ποῦ ἐ­στιν ὁ Θε­ός σου;» (Ψαλμ. μα΄, 4), ἐ­πεί «ρη­το­ρι­κώ­τε­ρον ρη­τό­ρων δα­κρύ­ων ρεῖ­θρον» κα­τά τό ἀ­σκη­τι­κόν λό­γι­ον, τό γρα­φό­με­νον ἐ­πί τοῦ σχή­μα­τος δίκην τά­φου τῶν μο­να­χῶν.

 Ἐ­φηρ­μό­σθη καί ἐν αὐ­τῷ τό γε­νό­με­νον ὑ­πό τοῦ ἡ­συ­χα­στοῦ Ἰ­ω­άν­νου τοῦ Σαβ­βα­ΐ­του: «ἡ­σύ­χα­σεν δέ αὐ­τό­θι ἐν σπη­λαί­ῳ χρό­νους ἕξ (πλεί­ο­νας τού­του ὁ μα­κά­ρι­ος Γέ­ρων Σω­φρό­νι­ος) πά­σης ἀν­θρω­πί­νης συ­να­να­στρο­φῆς ἀ­φι­στῶν ἑ­αυ­τόν, ὁ­μι­λεῖν τῷ Θε­ῷ ἐ­πι­πο­θῶν ἐν ἡ­συ­χί­ᾳ καί τό τῆς δι­α­νοί­ας ὀ­πτι­κόν τῇ μα­κρᾷ φι­λο­σο­φί­ᾳ ἐκ­κα­θᾶ­ραι πρός τό ἀ­να­κε­κα­λυμ­μέ­νῳ προ­σώ­πῳ τήν δό­ξαν Κυ­ρί­ου κα­το­πτρί­ζε­σθαι, πᾶ­σαν σπου­δήν ποι­ού­με­νος ἀ­πό δό­ξης εἰς δό­ξαν προ­κό­πτειν τῇ τῶν κρειτ­τό­νων ἐ­πι­θυ­μί­ᾳ».

Ἐν τῷ ἁ­γι­ω­νύ­μῳ Ὄ­ρει καί ἐν τῇ ἐ­ρή­μῳ αὐ­τοῦ πεῖραν ἔλαβεν τῆς ἀ­κρατήτου ἐ­νεργείας τῆς κα­τά Θε­όν καί δι­ά Θε­όν με­τα­νοί­ας τῆς ἀ­να­φλε­χθείσης ἐκ τῆς ὁ­ρά­σε­ως τοῦ ζῶντος Θε­οῦ εἰ­δώς τήν ἀ­νέκ­φρα­στον φι­λαν­θρω­πί­αν καί τό ἄ­πει­ρον ἔ­λε­ος Αὐ­τοῦ. Ἡ με­τά­νοι­α τοῦ μα­κα­ρί­ου τού­του Γέ­ρο­ντος, ἔ­χου­σα θείαν καί οὐκ ἀν­θρω­πί­νην ὑ­πό­στα­σιν καί μορ­φήν, ὑπομιμνήσκει τόν λό­γον τοῦ ὁ­σί­ου Ἰ­ω­άν­νου τοῦ Σι­να­ΐ­του εἰ­ρη­κό­τος: «με­τα­νο­ῶν ἐ­στι δη­μι­ουρ­γός οἰ­κεί­ων κο­λά­σε­ων». Οὕτω καί ὁ φιλόθεος Γέρων ἐ­βί­ω­σεν ἐν Χά­ρι­τι τάς φλό­γας τῆς Κο­λά­σε­ως, δη­μι­ουρ­γός ὤν, ἐν Χά­ρι­τι, τῶν οἰ­κεί­ων κο­λά­σε­ων. Ἀ­νυ­πέρ­βλη­τος ἦν οὗ­τος ἐν τῇ πο­ρεί­ᾳ τῆς βα­θυ­τά­της με­τα­νοί­ας δυ­νά­με­νος ἐ­πα­να­λαμ­βά­νειν με­τά τοῦ Ψαλ­μω­δοῦ: «Πε­ρι­έ­σχον με ὠ­δῖ­νες θα­νά­του... Ὠ­δῖ­νες ᾅ­δου πε­ρι­ε­κύ­κλω­σάν με» (Ψαλμ. ι­ζ’, 5-6) καί: «ἡ ζω­ή μου τῷ ᾅ­δη ἤγ­γι­σε. Προ­σε­λο­γί­σθην με­τά τῶν κα­τα­βαι­νό­ντων εἰς λάκ­κον, ἐ­γε­νή­θην ὡ­σεί ἄν­θρω­πος ἀ­βο­ή­θη­τος ἐν νε­κροῖς ἐ­λεύ­θε­ρος» (Ψαλμ. πζ΄, 4-5).

Ἡ ψυχή συντριβομένη καί λεπτυνομένη ὑπό ἀληθοῦς μετανοίας ὡς ζύμη καί ἄλευρος «ἑνοῦται δέ πως καί, ἵν' οὕτως εἴπω, συμφύρεται Θεῷ δι' ὕδατος πέν­θους ἀψευδοῦς· ἐξ οὗ καί ἐ­ξά­ψα­σα πῦρ Κυ­ρί­ου ἀρ­το­ποι­εῖ­ται καί στε­ρε­οῦ­ται ἡ μα­κα­ρί­α τα­πεί­νω­σις ἡ ἄ­ζυ­μος καί ἄ­τυ­φος». Ἐ­ντεῦ­θεν ὁ λό­γος τοῦ Γέ­ρο­ντος προ­ερ­χό­με­νος ἐκ πρά­ξε­ως ἀ­λη­θοῦς καί με­τα­νοί­ας ἀ­κρι­βοῦς, ἄρ­τος στε­ρε­ός εἰς βρῶ­σιν τοῖς θέ­λου­σιν ἀ­πο­λαῦ­σαι τόν ἄρ­τον τόν ἐκ τοῦ οὐ­ρα­νοῦ κα­τα­βά­ντα, ἤ­γουν τόν Χρι­στόν.

Ἐκ τῶν τούτου τοῦ ἀ­οι­δί­μου με­γά­λου Γέ­ρο­ντος ἐκδοθέντων συγ­γραμ­μάτων δυ­νά­με­θα δι­α­κρί­νειν ἐν ἐ­σό­πτρῳ καί ἐν αἰ­νί­γμα­τι, τόν θε­ο­φι­λῆ ἀ­γῶ­να τοῦ φι­λο­τί­μου τού­του ἡ­συ­χα­στοῦ μο­να­χοῦ, τοῦ ὑ­περ­βά­ντος τό ἀνθρώπινον μέτρον οὐ μό­νον τοῦ θνη­τοῦ σώ­μα­τος, ἀλ­λά καί αὐ­τῆς ταύ­της τῆς ἀν­θρω­πί­νης πε­πε­ρα­σμέ­νης ὑ­πάρ­ξε­ως, οὐκ ἐ­πι­θυ­μῶν τό «ἀ­να­χω­ρῆ­σαι μό­νον ἀ­πό κα­κί­ας ἁ­πά­σης, ἀλ­λά καί ἀρ­ρε­νω­πῶς ἀ­μάλ­θα­κτον εἶ­ναι», κα­τά τόν λό­γον τοῦ θεί­ου Δι­ο­νυ­σί­ου Ἀ­ρε­ο­πα­γί­του, δι­ό­περ ἀ­πέ­κτη­σεν πεῖ­ραν οὐ μι­κράν. Ἐπανελήφθη καί ἐν αὐτῷ, κα­τ’ ἀ­να­λο­γί­αν, τό ὑ­πό τοῦ Ἀ­πο­στό­λου Παύ­λου λε­γό­με­νον πε­ρί τοῦ Χρι­στοῦ, εἶχον γάρ ἀμ­φό­τε­ροι τήν αὐτήν πεῖ­ραν ὁ μέν ἐν τῇ τῆς Ἀ­ρα­βί­ας ἐ­ρή­μῳ ὁ δέ ἐν τῇ τῶν Κα­ρου­λί­ων: «ὅς (ὁ Χρι­στός) ἐν ταῖς ἡ­μέ­ραις τῆς σαρ­κός αὐ­τοῦ δε­ή­σεις τε καί ἱ­κε­τη­ρί­ας πρός τόν δυ­νά­με­νον σώ­ζειν αὐ­τόν ἐκ θα­νά­του ἐκ κραυ­γῆς ἰ­σχυ­ρᾶς καί δα­κρύ­ων προ­σε­νέ­γκας, καί εἰ­σα­κου­σθείς ὑ­πό τῆς εὐ­λα­βεί­ας...» (Ἑ­βρ. ε΄, 7). Καί ὁ μα­κά­ρι­ος Γέ­ρων προ­σή­νε­γκε δέ­η­σιν καί ἱ­κε­σί­αν ἰ­σχυ­ράν ἐν τῇ ἐ­ρή­μῳ τῶν φρι­κτῶν Κα­ρου­λί­ων με­τά δα­κρύ­ων πολ­λῶν καί πέν­θους ἀ­κο­ρέ­στου, δι­ό καί εἰ­ση­κού­σθη ὑ­πό τοῦ Θε­οῦ καί ἐ­δό­θη­σαν αὐ­τῷ χα­ρί­σμα­τα πλεῖ­στα, ἰ­δί­ᾳ τό τῆς θε­ο­λο­γί­ας χά­ρι­σμα, τό μέ­γι­στον τῶν χα­ρι­σμά­των.

Ἀ­λη­θῶς ἡ ἐν Χρι­στῷ ζω­ή οὐκ ἔ­στι ζω­ή ἠ­θι­κή τε καί θρη­σκευ­τι­κή, ἀλ­λά κοι­νω­νί­α καί ἑ­νό­της με­τά τοῦ Χρι­στοῦ καί δι' Αὐτοῦ μετά τοῦ Τριαδικοῦ Θεοῦ καί, ὅ­περ ἐ­γέ­νε­το ἐν τῷ Χρι­στῷ, ἀ­να­λο­γι­κῶς γί­νε­ται καί ἐν τοῖς φί­λοις τοῦ Χρι­στοῦ τοῖς συ­νοῦ­σι με­τ’ Αὐ­τοῦ. Ὁ τῶν Ἐ­θνῶν Ἀ­πό­στο­λος Παῦ­λος φη­σί: «Ζῶ δέ οὐ­κέ­τι ἐ­γώ, ζῇ δέν ἐν ἐ­μοί Χρι­στός» (Γαλ. β΄, 2). Ταύ­την τήν ζω­ήν ἔ­ζων οἱ φί­λοι τοῦ Χρι­στοῦ, ὡς ὁ θεῖ­ος Γρη­γό­ρι­ος ὁ Θε­ο­λό­γος ἔ­φη: «ὥ­σπερ ἐν τῷ Ἀ­δάμ ἀ­πε­θά­νο­μεν, οὕ­τως ἐν τῷ Χρι­στῷ ζή­σω­μεν, Χρι­στῷ καί συγ­γεν­νώ­με­νοι, καί συ­σταυ­ρού­με­νοι, καί συν­θα­πτό­με­νοι, καί συ­να­νι­στά­με­νοι. Δεῖ γάρ με πα­θεῖν τήν κα­λήν ἀ­ντι­στρο­φήν· καί ὥ­σπερ ἐκ τῶν χρη­στο­τέ­ρων, ἦλ­θε τά λυ­πη­ρά, οὕ­τως ἐκ τῶν λυ­πη­ρῶν, ἐ­πα­νελ­θεῖν τά χρη­στό­τε­ρα». Οἱ ἑ­νω­θέ­ντες τῷ Χρι­στῷ γεν­νῶ­νται μετ΄ Αὐ­τοῦ, συ­σταυ­ροῦ­νται μετ΄ Αὐ­τοῦ, κα­τέρ­χο­νται ἐν τῷ ᾅ­δῃ σύν Αὐ­τῷ καί συ­να­νί­στα­νται με­τ’ Αὐ­τοῦ, γε­νό­με­νοι τοῖς πι­στοῖς ἐν Χρι­στῷ πρό­ξε­νοι σω­τη­ρί­ας καί τύ­ποι ζω­ῆς ἀ­κα­τα­λύ­του.

Τῷ ἐν Χρι­στῷ ζῶ­ντι «οὐ­δέν τῶν ἀν­θρω­πί­νων τε καί ὑ­λι­κῶν πα­θη­μά­των ἐν αὐ­τῷ ζῇ, οὔ­τε ἡ­δο­νή,οὔ­τε λύ­πη, οὔ­τε θυ­μός, οὔ­τε φό­βος, οὔ­τε δει­λί­α, οὔ­τε πτό­η­σις, οὔ­τε τῦ­φος, οὔ­τε θρά­σος, οὐ μνη­σι­κα­κί­α, οὐ φθό­νος, οὐκ ἀ­μυ­ντι­κή τις δι­ά­θε­σις, οὐ φι­λο­χρη­μα­τί­α, οὔ­τε ἄλ­λο τι τῶν τήν ψυ­χήν δι­ά τι­νος σχέ­σε­ως κη­λι­δού­ντων», κα­τά τόν ἅ­γι­ον Γρη­γό­ρι­ον Νύσ­σης. Ὁ ἐ­ρῶν τόν Θε­όν καί ἐ­ρώ­με­νος ὑ­π’ Αὐ­τοῦ, ἐ­πεί ὁ Θε­ός καί ἔ­ρως καί ἐ­ρα­στόν ἐ­στι ὡς κι­νού­με­νος καί ἐν ταὐ­τῷ κι­νῶν πρός Ἑ­αυ­τόν τά τοῦ ἔ­ρω­τος δε­κτι­κά, κα­τά τόν θεῖ­ον Δι­ο­νύ­σι­ον τόν Ἀ­ρε­ο­πα­γί­την καί τόν ἅ­γι­ον Μά­ξι­μον τόν Ὁ­μο­λο­γη­τήν, ἐ­φί­ε­ται ἀ­κα­τα­λή­κτως πρός τό ἀ­κρό­τα­τον τῶν ἐ­φε­τῶν, δι­ό­τι ὁ Θε­ός «κι­νεῖ καί κι­νεῖ­ται ὡς δι­ψῶν τό δι­ψᾶ­σθαι καί ἐ­ρῶν τό ἐ­ρᾶ­σθαι καί ἀ­γα­πῶν τό ἀ­γα­πᾶ­σθαι», Θε­ός γάρ ἐ­στιν τῶν ἐ­φε­τῶν ἡ ἀ­κρό­της καί πά­σχει τήν κα­λήν ἀλ­λοί­ω­σιν ἐν τῷ ἁρ­πα­γῆ­ναι τόν νοῦν αὐ­τοῦ ἐν τῇ Βα­σι­λεί­ᾳ τῶν Οὐ­ρα­νῶν, εἰ­ρη­κό­τος τοῦ ἁ­γί­ου Μα­ξί­μου τοῦ Ὁ­μο­λο­γη­τοῦ: «ἁρ­πα­γῆ­ναι τόν νοῦν ὑ­πό τοῦ θεί­ου καί ἀ­πεί­ρου φω­τός καί μή­τε ἑ­αυ­τοῦ, μή­τε τι­νός ἄλ­λου τῶν ὄ­ντων τό σύ­νο­λον ἐ­παι­σθά­νε­σθαι, εἰ­μή μό­νον τοῦ δι­ά τῆς ἀ­γά­πης ἐν αὐ­τῷ τήν τοι­αύ­την ἔλ­λαμ­ψιν ἐ­νερ­γοῦ­ντος».

Τήν ὁ­δόν ταύ­την τήν ἀ­πλα­νῆ καί βε­βαί­αν, ἀλ­λά καί λί­αν δυ­σχε­ρῆ τοῖς ἀ­μυ­ή­τοις καί ἀ­σθε­νέ­σι, ἠ­κο­λού­θη­σεν ὁ μα­κά­ρι­ος Σω­φρό­νι­ος ταῖς εὐ­χαῖς τοῦ πνευ­μα­τι­κοῦ αὐ­τοῦ πα­τρός ἁ­γί­ου Σι­λου­α­νοῦ, μεθ' οὗ τήν αὐτήν πνευ­μα­τι­κήν πεῖ­ραν καί ἀ­πο­κά­λυ­ψιν ἔ­σχεν. Ἡ­νώ­θη με­τά τοῦ Χρι­στοῦ, ἐβίωσεν τήν προ­σευ­χήν ὑ­πέρ τοῦ σύ­μπα­ντος κό­σμου ἐν τῇ Γεθ­ση­μα­νῇ, ἐ­σταυ­ρώ­θη με­τ’ Αὐ­τοῦ, ἠ­κο­λού­θη­σεν Αὐτόν ἐν τῷ ᾍδη, ὑ­πο­στάς τήν μα­κα­ρί­αν καί εὐ­λο­γη­τήν κέ­νω­σιν καί γευσάμενος τάς φλό­γας τῆς κο­λά­σε­ως ἐν τῇ θνη­τῇ αὐ­τοῦ σαρ­κί, οὐ­χί ὡς κτι­στόν γε­γο­νός, ἀλ­λ’ ὡς θε­ο­λο­γι­κόν καί πνευ­μα­τι­κόν τοι­οῦ­τον, ἑ­ώ­ρα­κεν τό Φῶς τῆς Με­τα­μορ­φώ­σε­ως καί τῆς Ἀ­να­στά­σε­ως τοῦ Χρι­στοῦ, ἐ­γνώ­ρι­σεν τήν θεί­αν τοῦ Χρι­στοῦ Ἀ­νά­λη­ψιν.

Ὀ ἀγ­γε­λό­νους ἅ­γι­ος Δι­ο­νύ­σι­ος ὁ Ἀ­ρε­ο­πα­γί­της ἔ­φη: «Πε­πεί­σμε­θα δέ εἶ­ναι τόν θε­αρ­χι­κώ­τα­τον Ἰ­η­σοῦν ὑ­πε­ρου­σί­ως εὐ­ώ­δη, νο­η­ταῖς δι­α­δό­σε­σι τό νο­ε­ρόν ἡ­μῶν ἀ­πο­πλη­ροῦ­ντα θεί­ας ἡ­δο­νῆς». Δι­ό­περ καί «ὁ με­θυ­σθείς τῇ ἀ­γά­πῃ τοῦ Θε­οῦ ἐν τῷ κό­σμῳ τού­τῳ (ὅς ἐ­στιν οἶ­κος κλαυ­θμοῦ), τῶν πό­νων καί τῶν λυ­πῶν ἑ­αυ­τοῦ ἁ­πα­σῶν, καί γί­νε­ται ἀ­ναί­σθη­τος ἐ­ξ ὅ­λων τῶν πα­θῶν τῆς ἁ­μαρ­τί­ας, δι­ά τήν μέ­θην αὐ­τοῦ», κα­τά τόν ἅ­γι­ον Ἰ­σα­άκ τόν Σύ­ρον. Ὑ­πό τοι­αύ­της πνευ­μα­τι­κῆς καί νη­φα­λί­ου μέ­θης ἐ­με­θύ­σθη καί ὁ μα­κά­ρι­ος Γέ­ρων Σω­φρό­νι­ος ἐν Ἁ­γί­ῳ Ὄ­ρει, γε­νό­με­νος κα­τά­σκο­πος τῆς ἀ­κτί­στου Πο­λι­τεί­ας τῆς Ἀ­πο­κα­λύ­ψε­ως, τῆς μελ­λού­σης καί οὐ με­νού­σης Πό­λε­ως, τῆς Βα­σι­λεί­ας τοῦ Θε­οῦ, με­τα­φέ­ρων τόν ἐν πνευ­μα­τι­κῇ καί νη­φα­λί­ῳ μέ­θῃ τε­λοῦ­ντα ἑ­αυ­τόν ἐν Εὐ­ρώ­πῃ, ἐν Πα­ρι­σί­οις, εἶ­τα δέ ἐν Ἡ­νω­μέ­νῳ Βα­σι­λεί­ῳ ζῶν ἀ­δι­α­λεί­πτως ἐν πνευ­μα­τι­κῇ μέ­θῃ τήν βα­σι­λεί­αν τῶν Οὐ­ρα­νῶν.

Ἑ­ω­ρα­κώς τόν Θε­όν ἐν τῷ ἀ­κτί­στῳ Αὐ­τοῦ Φω­τί ἐ­πα­νε­λή­φθη καί ἐν αὐ­τῷ τό λε­γό­με­νον ὑ­πό τοῦ τά θεῖ­α καί ἐ­που­ρά­νι­α δι­α­σα­φοῦ­ντος ἁ­γί­ου Συ­με­ών τοῦ νέ­ου θε­ο­λό­γου:

«Ὁ ἔν­δον αὐ­τοῦ τό φῶς τοῦ πα­να­γί­ου Πνεύ­μα­τος ἔ­χων, μή φέ­ρων τοῦ­το ὁ­ρᾷν, εἰς γῆν πρη­νής πί­πτει, κρά­ζει τε καί βο­ᾷ ἐν ἐκ­πλή­ξει καί φό­βῳ πολ­λῷ ὡς ὑ­πέρ φύ­σιν, ὑ­πέρ λό­γον, ὑ­πέρ ἔν­νοι­αν πρᾶ­γμα ἰ­δών καί πα­θών· καί γί­νε­ται ὅ­μοι­ος ἀν­θρώ­πῳ, πο­θέν ἀ­να­φθέ­ντι τά σπλά­χνα ὑ­πό πυ­ρός, ὑ­φ’ οὗ φλε­γό­με­νος καί τῆς φλο­γός τόν ἐ­μπρη­σμόν μή δυ­νά­με­νος φέ­ρειν, ὑ­πάρ­χει ὥ­σπερ ἐ­ξε­στη­κώς· καί μη­δέ ἑ­αυ­τοῦ γε­νέ­σθαι ὅ­λως ἰ­σχύ­ων, τοῖς δά­κρυ­σι δέ κα­τα­ντλού­με­νος ἀ­ε­νά­ως καί ὑ­πό τού­των κα­τα­ψυ­χό­με­νος, τό πῦρ ἐ­ξά­πτει τοῦ πό­θου σφο­δρό­τε­ρον. Ἐ­ντεῦ­θεν δέ τά δά­κρυ­α προ­χέ­ει πλει­ό­νως καί τῇ τού­των ἐκ­χύ­σει πλυ­νό­με­νος λα­μπρό­τε­ρον ἀ­πα­στρά­πτει· ὅ­τε ὅ­λως ἐκ­πυ­ρω­θείς ὡς φῶς γέ­νη­ται, τό­τε πλη­ροῦ­ται τό φά­σκον· «Θε­ός θε­οῖς ἑ­νού­με­νός τε καί γνω­ρι­ζό­με­νος», καί το­σοῦ­τον ἴ­σως ὅ­σον ἤ­δη τοῖς συ­να­φθεῖ­σιν ἡ­νώ­θη καί τοῖς ἐ­γνω­κό­σιν ἀ­πε­κα­λύ­φθη».

Τά συγγράμματα τοῦ μα­κα­ρί­ου τού­του πα­τρός, ἰ­δί­ᾳ τό ἐκ­δο­θέν βι­βλί­ον «Ὀ­ψό­με­θα τόν Θε­όν κα­θώς ἐ­στι», με­τα­φρα­σθέ­ντα εἰς πλεί­στας ὅ­σας γλώσ­σας καί προ­ξε­νοῦ­ντα πνευ­μα­τι­κάς ἀλ­λοι­ώ­σεις καί με­τα­στρο­φάς πρός τήν Ὀρ­θό­δο­ξον Ἐκ­κλη­σί­αν, δει­κνύ­ου­σιν τοῦ λό­γου τό ἀ­λη­θές, ὅ­τι ἐ­γνώ­ρι­σεν οὗ­τος τήν με­γί­στην γνῶ­σιν τῶν μυ­στη­ρί­ων τοῦ Πνεύ­μα­τος τῆς ἐν Χρι­στῷ ζω­ῇς κα­τά σπά­νι­ον καί ἴδιον τρό­πον. Οὗ­τος ὁ ἀοίδιμος ἔχων καί χω­ρη­τι­κό­τητα νο­ός καί λό­γον ὡς καί ποι­κί­λα τῆς διανοίας χα­ρί­σμα­τα, ἐ­γέ­νε­το ἐν ταῖς ἡ­μέ­ραις ἡ­μῶν ἀ­κρι­βής δι­δά­σκα­λος τῆς νο­ε­ρᾶς, ἡ­συ­χα­στι­κῆς καί θε­ο­ποι­οῦ ταύ­της ἐρ­γα­σί­ας καί ζω­ῆς ἐκ τῆς πεί­ρας τῆς προ­σγε­νο­μέ­νης ἐκ τῶν ἐ­λεύ­σε­ων καί ἀ­πο­κρύ­ψε­ων τῆς τοῦ Θε­οῦ Χά­ρι­τος. Ἀ­νε­δεί­χθη γοῦν ἀ­λη­θής δι­δά­σκα­λος καί θε­ο­λό­γος τῆς κε­νω­τι­κῆς ζω­ῆς τοῦ Χρι­στοῦ, τῆς ὁ­δοῦ τῆς τη­ρή­σε­ως τῶν ἐ­ντο­λῶν Αὐ­τοῦ, τοῦ μυ­στη­ρί­ου τῶν ὁ­δῶν τῆς σω­τη­ρί­ας, τοῦ πνευ­μα­τι­κοῦ πέν­θους, τοῦ Φω­τός τοῦ Θε­οῦ καί τῆς δι­α­κρί­σε­ως αὐ­τοῦ ἀ­πό πα­ντός ἑ­τέ­ρου φω­τός ἐκ τοῦ διαβόλου προερχομένου, τῆς Ὑ­πο­στά­σε­ως τοῦ Θε­οῦ καί πολ­λῶν ἑ­τέ­ρων με­γί­στων δι­δα­σκα­λι­ῶν τῆς ἀ­λη­θοῦς καί ἐξ ἐμπειρίας θε­ο­λο­γί­ας τῆς Ὀρ­θο­δό­ξου Ἐκ­κλη­σί­ας. Ἡ ἀ­ξι­ό­λο­γος, ἀ­πο­κε­κα­λυμ­μέ­νη καί θε­ό­πε­μπτος δι­δα­σκα­λί­α αὐ­τοῦ ἡ κεφαλαιώσασα τήν σύνολον δι­δα­σκα­λίαν τῶν ἐν ἀ­σκή­σει καί θε­ο­πτί­ᾳ λαμ­ψά­ντων Πα­τέ­ρων, ἀ­νε­λύ­θη κα­τά τρό­πον αὐ­θε­ντι­κόν ὑ­πό τοῦ ἐκ τῶν ἐγ­γυ­τέ­ρων πνευ­μα­τι­κῶν αὐ­τοῦ τέ­κνων, τοῦ Ἀρ­χιμανδρίτου Ζα­χα­ρί­α Ζάχα­ρου, ἀ­δελ­φοῦ τῆς Ἱ­ε­ρᾶς Μο­νῆς Τι­μί­ου Προ­δρό­μου Ἔσ­σεξ Ἀγ­γλί­ας, ἐν τῇ δι­δα­κτο­ρι­κῇ δι­α­τρι­βῇ αὐτοῦ τῇ ἐ­γκρι­θεί­σῃ ὑ­πό τῆς Θε­ο­λο­γι­κῆς Σχο­λῆς τοῦ Ἀ­ρι­στο­τε­λεί­ου Πα­νε­πι­στη­μί­ου Θεσ­σα­λο­νί­κης καί τύποις ἐκδοθείσῃ ὑ­πό τόν τίτ­λον «Ἀ­να­φο­ρά στή θε­ο­λο­γί­α τοῦ Γέ­ρο­ντος Σω­φρο­νί­ου».

Ἡ τοῦ ὁ­σί­ου τού­του Πα­τρός κοί­μη­σις ὑ­πῆρ­ξεν ὄ­ντως ὁ­σι­α­κή ἐν Κυ­ρί­ῳ τελεί­ωσις ἐν βα­θυ­τά­τῳ γή­ρα­τι, αἰτήσαντος καί λα­βό­ντος τάς εὐ­χάς τῆς Ὑ­με­τέ­ρας Πα­να­γι­ό­τη­τος, δι' ἐπιστολῆς ἐκφραζούσης τό ἐκ­κλη­σι­α­στι­κόν καί ὀρ­θό­δο­ξον αὐ­τοῦ φρό­νη­μα καί ἀ­πο­νέ­μο­ντος τόν βα­θύ­τα­τον αὐ­τοῦ σε­βα­σμόν εἰς τό πρό­σω­πον τοῦ Ἐ­πι­σκό­που του, τῆς Ὑ­με­τέ­ρας ἤ­γουν Πα­να­γι­ό­τη­τος, ἥ­τις εὐ­ηρ­γέ­τη­σεν τοῦ­τον πολ­λά­κις, ἀλ­λά καί ἐ­κεῖ­νος δι­ά τῆς εὐ­γνώ­μο­νος αὐ­τοῦ καρ­δί­ας ἀ­ντα­πέ­δι­δε τόν βα­θύ­τα­τον σε­βα­σμόν καί τήν πρός Αὐ­τήν ἀ­γά­πην.

Πα­να­γι­ώ­τα­τε Πά­τερ καί Δέ­σπο­τα,

Ἔ­γνω­κα, ὅ­σον ἔ­νε­στιν ἐμοί, εἰ καί ἀ­να­ξί­ως, προ­σω­πι­κῶς τούς ἱ­ε­ρούς τού­τους καί μα­κα­ρί­ους ἱ­ε­ρο­μο­νά­χους, ἤγουν τόν π. Πορφύριον τόν Καυσοκαλυβίτην καί τόν π. Σωφρόνιον τόν Ἡσυχαστήν, ἀμφοτέρους Ἁγιορείτας, τούς ἐ­νερ­γου­μέ­νους ὑ­πό τοῦ Πα­να­γί­ου καί Ζω­αρ­χι­κοῦ Πνεύ­μα­τος, ὄ­ντας τί­μι­α μέ­λη τοῦ Σώ­μα­τος τοῦ Χρι­στοῦ, καί μαρ­τυ­ρῶ πε­ρί τού­των. Πολ­λοί γοῦν εἰ­σιν οἱ μαρ­τυ­ροῦ­ντες, ὑ­πέρ­τε­ροι ἐ­μοῦ, πε­ρί τοῦ βί­ου καί τοῦ λό­γου, οὐ μήν ἀλ­λά καί τῶν θαυ­μά­των τῶν μα­κα­ρί­ων τού­των ἀν­δρῶν, τοῦ­θ’ ὅ­περ δει­κνύ­ει ὅ­τι ἡ ἁ­γι­ό­της τού­των μαρ­τυ­ρου­μέ­νη ἐ­στί πολ­λαῖς μαρ­τυ­ρί­αις, γρα­πταῖς τε καί προ­φο­ρι­καῖς. Ἀλ­λά καί ἡ Ὑ­με­τέ­ρα Θει­ο­τά­τη Πα­να­γι­ό­της κέ­κτη­ται ἀ­λη­θῆ καί προ­σω­πι­κήν μαρ­τυ­ρί­αν πε­ρί τού­των, δι­ό­περ καί οὐκ ἔ­στι χρεί­α τῆς ἐ­μῆς μαρ­τυ­ρί­ας.

Μέ­λισ­σαι πνευ­μα­τι­καί εἰ­σιν οἱ ἱ­ε­ρο­μό­να­χοι οὗ­τοι, τό μέ­λι τῆς ἡ­συ­χί­ας γε­ωρ­γή­σα­ντες ἐν τῷ πνευ­μα­τι­κῷ με­λισ­σῶ­νι τοῦ Ἁ­γί­ου Ὄ­ρους τοῦ ὄ­ντος καί ζῶ­ντος ὑ­πό τήν πε­πνυ­μέ­νην ποι­μα­ντι­κήν εὐ­θύ­νην τοῦ Οἰ­κου­με­νι­κοῦ Θρό­νου. Μυ­ρί­πνο­α ἄν­θη τοῦ Πα­ρα­δεί­σου εἰ­σί καλ­λι­ερ­γη­θέ­ντα ἐν τῷ πε­ρι­βο­λαί­ῳ τῆς Θε­ο­τό­κου. Ἀ­στέ­ρες πο­λύ­φω­τοι τοῦ νο­η­τοῦ στε­ρε­ώ­μα­τος τῆς Ἐκ­κλη­σί­ας εἰ­σί. Στρου­θί­α μο­νά­ζο­ντα ἐ­πί δώ­μα­τος καί νυ­κτι­κό­ρα­κες ἐν οἰ­κο­πέ­δῳ εἰ­σίν (Ψαλμ. ρα΄, 7 καί 8), ἄ­δο­ντες τά με­γα­λεῖ­α τοῦ Θε­οῦ καί εἶ­τα ἐ­ρη­μι­κά πτη­νά ἐν ταῖς πό­λε­σιν κη­ρύτ­το­ντα τάς δω­ρε­άς τοῦ Θε­οῦ καί τήν ἀ­νεί­κα­στον Αὐ­τοῦ φι­λαν­θρω­πί­αν. Ἀ­ε­τοί τοῦ πνεύ­μα­τός εἰ­σιν ἀ­να­βά­ντες ἐν τῷ ὕ­ψει τοῦ ὄ­ρους τῆς θε­ο­λο­γί­ας, ἕ­κα­στος τού­των ἐν ἀ­να­λό­γοις χα­ρί­σμα­σιν, κα­θώς τό Πνεῦ­μα τό Ἅ­γι­ον ἐ­δί­δου καί ἀ­πο­στεί­λα­ντες ἡμῖν, τοῖς ἐν τῷ δυ­σω­νύ­μῳ κό­σμῳ κα­τοι­κοῦ­σιν, τάς πη­γάς τάς σω­τη­ρί­ους.

Τι­μη­θῆ­ναι δέ προ­σή­κει καί τού­τους τούς μα­κα­ρί­ους καί εὐ­λο­γη­μέ­νους ἱ­ε­ρο­μο­νά­χους καί συ­γκα­τα­ρι­θμη­θῆ­ναι τού­τους τῷ κα­τα­λό­γῳ τῶν ἁ­γί­ων πα­ρά τῆς φι­λο­στόρ­γου Μη­τρός Ἐκ­κλη­σί­ας τῆς φι­λού­σης τά τέ­κνα αὐ­τῆς, τά ζῶ­ντα ἐν πί­στει καί εὐ­λα­βεί­ᾳ, ἐν ἐκ­κλη­σι­α­στι­κῷ φρο­νή­μα­τι και τα­πει­νώ­σει ἐν Αὐτῇ καί δι­δά­ξα­ντα καί ὠ­φε­λή­σα­ντα ποι­κι­λο­τρό­πως τούς κα­τοι­κοῦ­ντας εἰς ἅ­πα­σαν τήν γῆν καί ἀ­να­ζη­τοῦ­ντας τόν ἀ­λη­θι­νόν Θε­όν.

Ἡ τι­μή ἡ γε­νη­θη­σο­μέ­νη καί τοῖς ἱ­ε­ροῖς τού­τοις ἀν­δρά­σι, τι­μή ἔ­σται τῇ ὀρ­θο­δό­ξῳ ἐ­μπει­ρι­κῇ θε­ο­λο­γί­ᾳ καί τῇ ταύ­τῃ συν­δε­δε­μέ­νῃ ὀρ­θο­δό­ξῳ ἡ­συ­χί­ᾳ, κα­θ' ὅ­τι «καί κά­θαρ­σίς ἐ­στι καί φω­τι­σμός καί τε­λεί­ω­σις ἡ τῆς θε­αρ­χι­κῆς ἐ­πι­στή­μης με­τά­λη­ψις» κατά τόν θεῖον Διονύσιον Ἀρεοπαγίτην. Δει­χθή­σε­ται οὕ­τω πε­ρι­τρά­νως ὅ­τι ἡ ἡ­συ­χί­α πέ­ραν τῆς ἁ­πλῆς ἠ­θι­κῆς ζω­ῆς ἐστί καί ἡ θε­ο­λο­γί­α πά­νυ ἀ­νω­τέ­ρα καί ὑ­περ­τέ­ρα ἐ­στίν τῆς στο­χα­στι­κῆς ἀ­να­λο­γί­ας, ὡς καί ὅ­τι οὐ νο­εῖ­ται θε­ο­λο­γί­α ἄ­νευ τῆς ἱ­ε­ρᾶς ἡ­συ­χί­ας. Ἡ ἐνδιατριβή δέ τῶν ἀν­θρώ­πων ἐν ταῖς ἡμέραις ἡ­μῶν με­τά τῆς ἐν­νοί­ας τοῦ προ­σώ­που, οὐ­χί φι­λο­σο­φι­κῶς, ἀλ­λά ἐ­μπει­ρι­κῶς καί θε­ο­λο­γι­κῶς, ἡ ἀ­να­ζή­τη­σις τοῦ ἀ­λη­θι­νοῦ Θε­οῦ, ἡ ἐ­πί­λυ­σις τῶν οἰ­κο­λο­γι­κῶν λεγομένων προ­βλη­μά­των με­τά τῆς συνδιαλλαγῆς ἡ­μῶν με­τά τοῦ Θε­οῦ καί τῆς ἀ­λό­γου φύ­σε­ως, εὑ­ρή­σου­σι τῷ ὄ­ντι τά πρό­σω­πα τά ἁρμόδια πρός πνευ­μα­τι­κήν πο­δη­γε­σί­αν. Οὗ­τοι ὄ­ντως ἀ­πε­δεί­χθη­σαν κα­θα­ρά κά­το­πτρα τοῦ Θε­οῦ διαχέοντα ἐν ὅ­λη τῇ ἀ­λό­γῳ κτί­σει τήν δό­ξαν Αὐτοῦ.

Ὁ ἱ­ε­ρο­μό­να­χος π. Πορ­φύ­ρι­ος ὁ Καυσοκαλυβίτης, ὁ ἀρ­ξά­με­νος τόν ἡσύχιον αὐτοῦ βίον ἐν Ἁ­γί­ῳ Ὄ­ρει καί κοι­μη­θείς ἐν εἰ­ρή­νῃ ἐκεῖσε, καί ὁ ἱ­ε­ρο­μό­να­χος π. Σω­φρό­νι­ος ὁ Ἡσυχαστής, ὁ ἀρ­ξά­με­νος τόν μοναχικόν αὐτοῦ βίον ὡ­σαύ­τως ἐν Ἁ­γί­ῳ Ὄ­ρει καί κοι­μη­θείς ἐν εἰ­ρή­νῃ ἐν τῇ Σταυ­ρο­πη­γι­α­κῇ καί Πα­τρι­αρ­χι­κῇ Μο­νῇ τοῦ ἁ­γί­ου Ἰ­ω­άν­νου τοῦ Βα­πτι­στοῦ ἐν Ἀγ­γλί­ᾳ, ἀ­πέ­βα­λον ἐν Χά­ρι­τι τούς δερ­μα­τί­νους χι­τῶ­νας, οὕς ἐ­νε­δύ­θη με­τά τήν πτῶ­σιν ὁ Ἀ­δάμ, ἔ­ζη­σαν ἐν τῇ θνη­τῇ αὐ­τῶν ζω­ῇ τήν προ­πτω­τι­κήν κα­τά­στα­σιν καί πεῖ­ραν ἔ­λα­βον τῆς ἐν ἐσχάτοις καιροῖς κα­τα­στά­σε­ως τῶν δι­καί­ων ἐν τῇ Βα­σι­λεί­ᾳ τοῦ Θε­οῦ, δι­ό καί ἡ­μῖν, τοῖς ζῶ­σι ἐν τοῖς αἰ­γεί­οις δέρ­μα­σιν, ἐν τῇ κοι­λά­δι τοῦ κλαυ­θμῶ­νος, ἀ­πο­βή­σο­νται, ἐ­άν καί ἡ φι­λό­στορ­γος Μή­τηρ καί Με­γά­λη τοῦ Χρι­στοῦ Ἐκ­κλη­σί­α ἀ­πο­δε­χθῆ τό τα­πει­νόν τοῦ­το αἴ­τη­μα, ἱ­κέ­ται καί πρέ­σβεις πρός τόν Θε­όν, ἵ­να βα­δί­σω­μεν εὐ­χε­ρῶς τήν τρί­βον τῆς ζω­ῆς ταύ­της καί δυ­νη­θῶ­μεν οὕ­τω, ταῖς πρε­σβεί­αις τῶν ὁ­σί­ων τού­των Πα­τέ­ρων, τῶν ἀ­ε­τῶν τοῦ Πνεύ­μα­τος, προ­σεύ­ξα­σθαι τῷ Θε­ῷ ὁ­μοῦ με­τά τοῦ ἐν ἁ­γί­οις Πα­τρός ἡ­μῶν Ἰ­ω­άν­νου τοῦ Δα­μα­σκη­νοῦ:

«Ἐκ νυ­κτός ἔρ­γων, ἐ­σκο­τι­σμέ­νης πλά­νης·

ἱ­λα­σμόν ἡ­μῖν, Χρι­στέ, τοῖς ἐ­γρη­γό­ρως,

νῦν σοι τε­λοῦ­σιν ὕ­μνον, ὡς εὐ­ερ­γέ­τῃ.

ἔλ­θοις πο­ρί­ζων εὐ­χε­ρῆ τε τήν τρί­βον,

κα­θ’ ἥν ἀ­να­τρέ­χο­ντες, εὕ­ροι­μεν κλέ­ος».

Ταῦ­τα ἀ­να­φέ­ρων τῇ Ὑ­με­τέ­ρᾳ Θει­ο­τά­τῃ Πα­να­γι­ό­τη­τι καί συναποστέλλων Αὐτῇ ὡς ἀσφαλῆ καί ἀδιάψευστα τεκμήρια τρία βιβλία: «Γέροντος Πορφυρίου Καυσοκα­λυβίτου: Βίος καί Λόγοι», «Ἀρχιμανδρίτου Σωφρονίου (Σαχάρωφ): Ὀψόμεθα τόν Θεόν καθώς ἐστι» καί «Ἀρχιμανδρίτου Ζαχαρία (Ζάχαρου): Ἀναφορά στή θεολο­γία τοῦ Γέροντος Σωφρονίου», ἐ­ξαι­τού­με­νος δέ τάς Πα­τρι­αρ­χι­κάς Αὐ­τῆς εὐ­χάς, δι­α­τε­λῶ

μετά βαθυτάτου σεβασμοῦ

Ὁ Ναυπάκτου καί Ἁγίου Βλασίου Ἱερόθεος

  • Προβολές: 435

Χρησιμοποιοῦμε cookies γιὰ νὰ βελτιώσουμε τὴν ἐμπειρία σας στὸν ἰστότοπο μας.  Διαβάστε Περισσότερα - Ἀποδοχή.

We use cookies to improve your site experience. Read More - Acceptance