Skip to main content

Ἀρχ. Δοσιθέου: Προσφώνησις ἐπὶ τῆ Ἐνθρονίσει τοῦ νέου Μητροπολίτου Καρπενησίου κ.κ. Γεωργίου

Αρχιμανδρίτου Δοσιθέου
Ἡγουμένου Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Παναγίας Τατάρνης

*
Προσφώνησις ἐπὶ τῆ Ἐνθρονίσει τοῦ νέου Μητροπολίτου Καρπενησίου
κ.κ. Γεωργίου

   
«Ἰδοὺ ὁ χειμὼν παρῆλθεν,
ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ...
φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
...ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη,
διαλλόμενος ἐπὶ τοὺς βουνούς...» [1].
 

Ἀρχ. Δοσιθέου: Προσφώνησις ἐπὶ τῆ Ἐνθρονίσει τοῦ νέου Μητροπολίτου Καρπενησίου κ.κ. ΓεωργίουΤίς ἆραγε ἐστιν ὁ διαλλόμενος ἐπὶ τοὺς βουνούς; Ὁ ἐπὶ τὰ ὄρη πορευόμενος, ζητῶν τὸ πλανώμενον πρόβατον [2]; Ἀσφαλῶς ὁ νεωστὶ ἐκλεγεὶς ποιμενάρχης ἡμῶν, ὁ τοῦ Καρπενησίου Μητροπολίτης κ.κ. Γεώργιος.

Μετὰ μίαν τριακονταεπταετίαν ἐκλήθη καὶ αὖθις ἡ ἐμὴ οὐτιδανότης, ὡς ἄλλος τις «Σαοὺλ ἐν προφήταις», ἵνα προσφωνήσῃ τὸν τανῦν ἐνθρονιζόμενον σεβασμιώτατον Μητροπολίτην. Τοῦτο πράττω δεδιώς, οὐχὶ διότι οὐκ ἔχω τι εἰπεῖν, ἀλλὰ μήπως ἐρεσχελῶν γεροντικῶς, ἀποβάλω κημὸν καὶ χαλινὸν καὶ μακρηγορήσω, καταχρώμενος χρόνου πολυτίμου καὶ προσγενομένης μοι τιμῆς. Ἑπομένως χαλιναγωγήσω τὸν κατὰ πεδίων κροαίνοντα ἵππον, πλὴν ὅμως δυσκατόρθωτον τοῦτο· διὸ καὶ ἐκ προοιμίου ἐξαιτοῦμαι τὴν ἐπιείκειαν τῆς πανυπερσεβάστου ὁμηγύρεως.

Καίτοι, σεβασμιώτατε δέσποτα, παροικοῦμεν ἐν τοῖς, κατὰ τὸν ἅγιον Εὐγένιον τὸν Αἰτωλόν, κακοβιώτοις Ἀγράφοις, μακρὰν «ζυμώσεων» ἐκκλησιαστικῶν, ἐν τούτοις κατεκλύσθημεν ἐπ’ ἐσχάτων ἐξ εἰδήσεων περὶ τῆς βιοτῆς Ὑμῶν. Τίθημι χεῖρα ἐπ’ Εὐαγγελίου διαβεβαιῶν ὅτι οὐδεὶς εἴρηκέ μοι τι τὸ ἔχον ἔστω καὶ τροπῆς ἀποσκίασμα. Πάντες ὡμολόγουν ὅτι ἐσμὲν «τυχεροί». Ὀρθοδοξοῦντες διακρατοῦμεν ὀδὰξ τὴν πατρῴαν πίστιν ἡμῶν καὶ ἀπαναινόμεθα τὴν ὕπαρξιν «τύχης». Πιστεύομεν εἰς τὴν πρόνοιαν τοῦ ἐν Τριάδι Ἁγίᾳ προσκυνουμένου Θεοῦ. Αὕτη κατηύθυνε ψήφους ἐπισκοπικάς, δι’ ὧν ἐξελέγη ἡ Ὑμετέρα σεβασμιότης, ἀνὴρ ὄρχαμος καὶ πινυτόφρων.

Ὅθεν, παρ’ ὅτι πρεσβύτης, ἔχων κνήμας παρειμένας, οὗ νεογιλὸς πλέον ὁ βίος («κατέδυ γὰρ ἡέλιος καὶ ἐπὶ κνέφας ἦλθε [3]»), «πανηγυρίσαι βούλομαι καὶ χορεῦσαι θέλω», ἵνα κατὰ τὸν Ἱερὸν Χρυσόστομον εἴπω. Ἀλλὰ καιρὸς ἵνα τὸν πῶλον περὶ τὴν νύσσαν κεντήσω.

Τινὲς τῶν οἰκούντων εἰς τὴν μεγαλούπολιν τῶν γιγαντιαίων ἐνοριῶν ἐκίνησαν κεφαλὰς σχετλιάζοντες τὸ ὀλιγάνθρωπον τῆς ἐπαρχίας ταύτης. Ἀπαντῶμεν, οὐχ ἡμεῖς ἀλλ’ ὁ ἅγιος Γρηγόριος ὁ Θεολόγος, ὁ ὑποστὰς ὁμοίαν χλεύην ἕνεκα τῆς χειροτονίας αὐτοῦ διὰ τὰ ἄσημα Σάσιμα: «Ποῦ εἰσιν οἱ τὴν πενίαν ἡμῶν ὀνειδίζοντες καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; Οἱ ψάμμον τιμῶντες καὶ τοὺς φωστῆρας ὑβρίζοντες; Οἱ τοὺς κάχληκας θησαυρίζοντες καὶ τοὺς μαργαρίτας ὑπερορῶντες;  [4]».

Ὅμως ἀφέντες τούτους ληρεῖν, ἔλθωμεν εἰς τὰ καθ’ ἡμᾶς.

Ἀληθὲς τὸ ὅτι ὁ λαός, ὃν Θεοῦ εὐδοκίᾳ, καλεῖσθε ἵνα ποιμάνετε (γενόμενος αὐτοῦ πατὴρ φιλόστοργος κατὰ τὸ γεγραμμένον «καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας [5]»), ἀληθές, ὄντως, ὅτι ὀλίγος ἐστιν ἀλλὰ καὶ ἀμέτρητος, ἵνα τὸν ἀοίδιμον Οἰκουμενικὸν Πατριάρχην Ἀθηναγόραν ἐνθυμηθῶ. Ὀλίγοι οἱ ζῶντες, ἀλλ’ ἀμέτρητοι οἱ ἥρωες, ὧν τὰ ὀστᾶ σήπονται εἰσέτι εἰς τὰς ὄχθας τοῦ Σαγγαρίου, εἰς τὰ ὄρη τῆς Βορείου Ἠπείρου καὶ ὅπου ἀλλοῦ. Ὑπάρχει ἡ Εὐρυτάνισσα μάνα. Πολλὰ περὶ αὐτῆς ἔχω εἰπεῖν, ἀλλ’ ἐξ ὄνυχος τὸν λέοντα. Πρὸ τριάκοντα περίπου ἐτῶν γυνή τις προβεβηκυῖα τῷ σώματι, ἀλλὰ νεάζουσα τῷ πνεύματι, προσῆλθεν εἰς τὴν Μονὴν τῆς Τατάρνης πρὸς προσκύνησιν τῆς Ἱερᾶς τῆς Παναγίας Εἰκόνος. Εἶδον αὐτὴν μελανειμονοῦσαν διὸ καὶ ἠρώτησα: «Γιατί φορεῖς μαῦρα, θειά, πέθανε κανεὶς συγγενής σου;». «Ὄχι», μοῦ ἀπαντᾷ, «ἀλλὰ ἀπὸ τότε ποὺ σκοτώθηκαν στὴν Ἀλβανία παιδιά μας, ἀδέλφια μας, δὲν ξανάβγαλα τὰ μαῦρα»! Αὐτὴ εἶναι ἡ γνήσια Εὐρυτάνισσα. Μαυροφορεμένη γιὰ τὴν πατρίδα, πενθεῖ γιὰ τὴν φτώχεια τοῦ τόπου της, πενθεῖ γιὰ τὰ παιδιά της ποὺ ζοῦν στὴν ξενιτειά, πενθεῖ γιὰ τὴν ἐρήμωσι τοῦ χωριοῦ της, πενθεῖ γιὰ τὴν ἀδιαφορία ἑνὸς ἀνυπάρκτου κράτους, πενθεῖ διότι ἀπὸ τοὺς χρόνους πολὺ πρὸ τοῦ Θουκυδίδου ἕως τῆς σήμερον ἡ Εὐρυτανία «ἐς ἀεὶ ξύντροφον ἔχει τὴν πενίαν».

Ὁ τόπος οὗτος, σεβασμιώτατε ἅγιε ἐνθρονιζόμενε Μητροπολῖτα, γέμει ἱστορίας πνευματικῆς. Ἀφέντες μνημεῖα σημαντικὰ ὡς ἡ βασιλικὴ τοῦ Κλαυσίου ἢ ὁ ναὸς τῆς Ἐπισκοπῆς, ὡς καὶ πλεῖστα ἄλλα, ὁ τόπος οὗτος γάννυται διὰ τρία τινα: Διὰ τὸ αἷμα τῶν νεομαρτύρων —τῶν ἐξ αὐτοῦ—, διὰ τὰ δάκρυα τῶν ἀσκητῶν, καὶ διὰ τὸ μέλαν τῶν διδασκάλων τοῦ Γένους. Τὰ τρία ταῦτα, αἷμα, δάκρυα καὶ μέλαν γεγόνασιν οἱ τρεῖς ποταμοὶ οἱ κυκλοῦντες τὴν γῆν Εὐϊλάτ.

Πρόσθες δὲ καὶ τοῦτο: Καθαρεύομεν ἀπὸ μιάσματος αἱρετικῶν, ἀπὸ παρασυναγωγῶν καὶ τυρειῶν. Βεβαίως ἅγιοι οὔκ ἐσμεν. Ἐπαναλαμβάνομεν ἐν ἑσπέρᾳ καὶ πρωῒ καὶ μεσημβρίᾳ καὶ ἐν παντὶ καιρῷ τὸ τοῦ ἁγίου Θεοδώρου τοῦ Στουδίτου, ἐπιστέλλοντος πρὸς τὸν ἐπίσκοπον Ῥώμης Λέοντα τὸν Γ’: «Ὀρθόδοξοι ἐσμέν, καίτοι ἁμαρτωλοί, μακαριώτατε [6]».

Τέκνον πνευματικὸν ὑπῆρξα, σεβασμιώτατε, τοῦ ἀοιδίμου Μητροπολίτου Ναυπακτίας καὶ Εὐρυτανίας κυροῦ Χριστοφόρου, οὗ ἡ μνήμη ἀγήρως. Ἐμαθητεύθην παρὰ τοὺς πόδας τοῦ μακαρίου ἐκείνου ἀνδρὸς τὴν πρὸς τὸν ἐπίσκοπον τιμήν, συνωδὰ ταῖς Ἀποστολικαῖς Διαταγαῖς, ταῖς διδασκούσαις ὅτι «δεῖ τιμᾷν τὸν ἐπίσκοπον ὡς μετὰ Θεὸν θεόν [7]», ὡς ὄντα διάδοχον τῶν Ἁγίων Ἀποστόλων καὶ φορέα τῆς αὐτῶν Ὀρθοδόξου διδασκαλίας. Ἑπομένως πάντες ἡμεῖς οἱ τὴν ἀμπεχόνην τῆς ἱερωσύνης περιβεβλημένοι γενησόμεθα δορυφόροι, δεφένσορες καὶ Ἡρακλεῖς τοῦ ἐπισκόπου ἡμῶν πρὸς προάσπισιν τῶν πνευματικῶν συμφερόντων τῆς τοπικῆς Ἐκκλησίας.

Ἐπίσκοποι καὶ πρεσβύτεροι (ὧν «οὐ πολὺ τὸ μέσον [8]», κατὰ τὸν Ἱερὸν Χρυσόστομον), οὔκ εἰσι πλάκες τῆς Ἀνατολίας τεκτονικαὶ συγκρουόμεναι καὶ τὰ πάντα καταστρέφουσαι, οὐδὲ ἤπειροι ἀπομακρυνόμεναι ἀλλήλων ὡς ἡ Ἀμερικὴ ἀπὸ τῆς Ἀφρικῆς, ἀλλὰ ἁρμονικὴ συμπόρευσις πρὸς σωτηρίαν ψυχῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Πιστεύοντες εἰς τὴν «πάντα νοῦν ὑπερέχουσαν τοῦ Θεοῦ εἰρήνην [9]», «εἰρηνεύομεν ἐν ἑαυτοῖς καὶ πᾶσιν [10]» ὁμολογοῦντες μετὰ Γρηγορίου τοῦ Θεολόγου: «Εἰρήνη φίλη, τὸ γλυκὺ καὶ πράγμα καὶ ὄνομα. Εἰρήνη φίλη, τὸ παρὰ πάντων ἐπαινούμενον ἀγαθόν, ὑπ’ ὀλίγων δὲ φυλαττόμενον [11]». Τὰ πάντα «ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ», γινώσκοντες πάνυ καλῶς ὅτι τὸ Πανάγιον Πνεῦμα «εἰς ἑνότητα πάντας ἐκάλεσεν». Οἱ ταύτην μὴ φυλάττοντες, ἑκὰς ἀπὸ τῆς Ἐκκλησίας. Ἑκὰς οἱ τριωβολιμαῖοι, οἱ βαλαντιοσκόποι, οἱ νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, οἱ λοξῷ βλέμματι καὶ ὑπὸ κανθὸν ὁρῶντες ἀδελφούς (οἱ ψευδάδελφοι ἤγουν), οἱ ἀλλήλους δάκνοντες, οἱ ὅρια αἰώνια αἴροντες, ἃ οἱ πατέρες ἡμῶν ἔθεντο, οἱ μὴ ἐπαγωνιζόμενοι «τῇ ἅπαξ τοῖς ἁγίοις παραδοθείσῃ πίστει [12]», οἱ τίκτοντες ἅμα καὶ παρθενεύοντες, οἱ ἀλλοτριόφρονες, οἱ ἀρχολίπαροι, οἱ λαλοῦντες διεστραμμένα, οἱ χαμαιλεοντίζοντες, οἱ κολοιοὶ οἱ ἀλλοτρίοις πτίλοις καλλυνόμενοι.

Ἐν χαρᾷ ἀνυποκρίτῳ διαβεβαιῶ ὅτι τὰ προαναφερθέντα ἀπουσιάζουσι κατὰ τὸ πλεῖστον ἀπὸ τοῦ τιμίου ἐν τῇ ἐπαρχίᾳ ταύτῃ πρεσβυτερίου, τυχὸν δὲ ἀθετήματα διαλυθήσονται ὡς πάχνη πρωϊνή, διὰ τῆς Ὑμετέρας μεγαλοψυχίας καὶ τοῦ ἀνυστάκτου Ὑμῶν ὄμματος. Δύο γὰρ εἰσί, ὡς γνωστόν, τὰ ὅπλα τοῦ ἐπισκόπου· ὁ ποιμενικὸς αὐλὸς καὶ ἡ ῥάβδος εὐθύτητος. Ἀλλὰ περὶ τούτων ἅλις. Καταλιμπάνω, ἐλλείψει χρόνου, τὰ περὶ τῶν ἀκαλλωπιστοπροσώπων ἡμῶν. Τοῦτο μόνον λέγω: Αἱ ὀλίγισται ὑφιστάμεναι Ἱεραὶ Μοναί, εἰσι λύχνοι τυφόμενοι. Ἀναμένουσι τὸ Ὑμέτερον ἔλαιον, ἵνα μὴ ὁλοτελῶς σβεσθῶσιν. Ἄλλως «διαπεφωνήκαμεν».

Εἰσί τινες θεωροῦντες ὅτι ὁ νέος ἐπίσκοπος ὀφείλει ἵν’ ἐπιτελέσῃ «ἔργα». Ὅμως ὁ ἐπίσκοπος οὐκ ἔστιν «ἐργολάβος». Ἔργα ἐπετέλεσε καὶ Θεόφιλος ὁ Ἀλεξανδρείας, ὃν διακατεῖχε καθ’ ἅ φησι Παλλάδιος ὁ τῆς Ἑλενουπόλεως ἐπίσκοπος «λιθομανία τις φαραώνιος εἰς οἰκοδομήματα, ὧν οὐδαμῶς ἔχρῃζεν ἡ Ἐκκλησία», πλὴν ἀφῆκε μνήμην ἀπαισίαν. Κύριος σκοπὸς τοῦ ἐπισκόπου ἐστὶ τὸ «εὐαγγελίσασθαι πτωχοῖς, ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν [13]», «νουθετεῖν τοὺς ἀτάκτους, παραμυθεῖν τοὺς ὀλιγοψύχους, ἀντέχεσθαι τῶν ἀσθενῶν, μακροθυμεῖν πρὸς πάντας [14]».

Πρὶν ἢ τὸν λόγον καταστρέψω, ὀφείλω ἵν’ ὑπομνήσω, ὦ τιμιωτάτη καὶ σεβασμία κεφαλή, ὅτι ὁ εὐσχημόνως παραιτηθείς, διὰ λόγους ὑγιείας, πρῴην μητροπολίτης Καρπενησίου κ.κ. Νικόλαος, ἡτοίμασεν Ὑμῖν μὴ ὑπάρχουσαν πρότερον ἢ ὑπάρχουσαν μὲν ἀλλ’ ἀγνοουμένην δὲ Μητρόπολιν, προτιμωμένης ὅμως τότε ἕδρας εὑρισκομένης «παρὰ θῖν’ ἁλὸς πολυφλοίσβοιο [15]». Εὐθείας ἐποίησε τὰς τρίβους, ἠναλώθη —σπανίως ἐκ τῆς Ἱερᾶς Μητροπόλεως μακρυνόμενος—, ὠρειβάτει (ὡς ὁ ἴδιος χαριτολογῶν ὁμολογεῖ) ἐπισκεπτόμενος χωρία, ἅτινα σχεδὸν μόνον κατ’ ὄνομα ὑφίστανται. Ἐποίμανε τὴν τοπικὴν Ἐκκλησίαν πάσῃ δυνάμει, ὁπότε ἐποφείλεται αὐτῷ ὁ παρὰ πάντων ἀπεριόριστος σεβασμός.

Καὶ πάλιν Γρηγόριος Θεολόγος (καὶ τίς κρείττων αὐτοῦ;) προτρέπει κλῆρον, λαὸν καὶ ἐπίσκοπον: «Καρποφορεῖτε, ἀδελφοί, εἰς τόπον χλόης κατασκηνούμενοι καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενοι, γινώσκοντες τὸν καλὸν ποιμένα καὶ γινωσκόμενοι καὶ ἑπόμενοι καλοῦντι ποιμενικῶς καὶ ἐλευθερίως διὰ τῆς θύρας· ἀλλοτρίῳ δὲ μὴ ἀκολουθοῦντες... μηδὲ ξένης φωνῆς ἀκούοντες ὑποκλεπτούσης καὶ διασπειρούσης ἀπὸ τῆς ἀληθείας εἰς ὄρη καὶ ἐρημίας καὶ βάραθρα καὶ τόπους, ὅπου οὐκ ἐπισκοπεῖ ὁ Κύριος [16]». «Ἔχετε, ὦ ποίμνιον, ἱερὸν καὶ Χριστοῦ ἀρχιποίμενος ἄξιον [17]».

«Χαῖρε τοίνυν καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, Γεώργιε! Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός [18]. Πρόσθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν [19]· Οὓς δέδωκάς μοι ἐφύλαξα καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα» [20].

Χαῖρε σφόδρα, τέρπου καὶ ἀγάλλου καὶ εὐφραίνου πᾶσα ἡ Εὐρυτάνων γῆ. Ἵνα δὲ κατὰ τὸν ἅγιον Ἐπιφάνιον τὸν τῆς Κωνσταντίας ἐν Κύπρῳ ἐπίσκοπον εἴπω: Οἱ οὐρανοὶ ἀγάλλεσθε, τὰ ὄρη εὐφραίνεσθε, οἱ βουνοὶ σκιρτήσατε, ποταμοὶ κροτήσατε, οἱ ἱερεῖς ὑμνήσατε, πρεσβῦται συνδράμετε, αἱ μητέρες χορεύσατε, οἱ θηλάζοντες ᾄσατε, νεανίσκοι βοήσατε [21]! Πᾶσα φύσις, πᾶσα τάξις, πᾶσα πνοή, πᾶσα ἡλικία, πᾶσα τοπαρχία θεοπρεπῶς ἀνακράξωμεν: Εὐλογημένος ὁ ἐρχόμενος νέος Μητροπολίτης ἡμῶν· πεποίθαμεν γὰρ ὅτι Κύριος ἐπεσκέψατο ἡμᾶς. Εὐλογητὸς ὁ Θεός, ὁ πανσόφως καταρτιζόμενος καὶ τὴν ἄμπελον ταύτην.
Ἀμήν.

 

Παραπομπές - ὑποσημειώσεις.

1 . ᾏσμα ᾈσμάτων Β΄, 8, 11, 12.
2 . Ματθαίου ΙΗ΄, 12.
3. Ὁμήρου Ὀδύσσεια, Μ΄.
4 . Πρὸς ἀρειανοὺς καὶ εἰς ἑαυτόν, παρ. 1.
5 . Β΄ Κορινθίους, ΣΤ΄, 18.
6 . Ἐπιστολὴ ΛΔ΄.
7 . Πρβλ. εἰς Διαταγὰς  Ἀποστόλων Β΄, 26.
8 . Πρὸς Τιμόθεον Α΄, ὁμιλία ΙΑ.
9 . Πρὸς Φιλιππησίους Δ΄, 7.
10 . Α΄ Θεσσαλονικεῖς Ε΄, 13, Μάρκ. Θ΄, 50.
11 . Εἰρηνικὸς Α΄.
12 . Ἰούδα 4.
13 . Λουκᾶ Δ΄, 18.
14 . Α΄ Θεσσαλονικεῖς Ε΄, 14.
15 . Ὁμήρου Ἰλιάς, Α΄.
16 . Λόγος εἰς τὸ Ἅγιον Πάσχα.
17 . Λόγος Β΄ Ἀπολογητικὸς τῆς εἰς Πόντον φυγῆς.
18 . Ἡσαΐου Η΄, 18.
19 . Ἰωάννου ΙΖ΄, 12.
20 . Γρηγορίου Θεολόγου, Εἰρηνικὸς Α΄. Πρβλ. καὶ Κυρίλλου Σκυθοπολίτου, προοίμιον Βίου ἁγ. Σάββα.
21 . Ἁγ. Ἐπιφανίου, Λόγος εἰς τὰ Βαΐα.

  • Προβολές: 4722