• Αρχική
  • Τεῦχος 289 - Aὔγουστος 2020
  • Πρᾶξις Κατατάξεως εἰς τό Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Μητροπολίτου Ἐδέσσης καί Πέλλης Καλλινίκου (1919- 1984)

Πρᾶξις Κατατάξεως εἰς τό Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Μητροπολίτου Ἐδέσσης καί Πέλλης Καλλινίκου (1919- 1984)

Ἀριθμ. Πρωτ. 345

Τούς ἐν τῷ παρόντι βίῳ σωφρόνως καί δικαίως καί εὐσεβῶς πολιτευσαμένους τε καί διδάξαντας καί μετά τήν ἐντεῦθεν ἀποδημίαν σημείοις καί θαύμασι παρά Θεοῦ μαρτυρηθέντας, ὕμνοις ἐσαεί καί ἐγκωμίοις ἐν πάσῃ εὐλαβείᾳ τιμᾶν καί γεραίρειν οἶδεν ἡ Ἁγία τοῦ Χριστοῦ Ἐκκλησία, καί τήν τούτων πρός τόν πανάγαθον Θεόν ἐπικαλεῖσθαι εὐπρόσδεκτον μεσιτείαν ὑπέρ ἀφέσεως τῶν ἁμαρτιῶν καί ἰάσεως τῶν ἀσθενούντων.

Ἐπειδή τοίνυν τοιοῦτος τόν βίον καί τήν πολιτείαν ἀνεδείχθη καί ὁ ἐν Σιταράλωνᾳ Θέρμου Αἰτωλοακαρνανίας γεννηθείς ἀοίδιμος Μητροπολίτης Ἐδέσσης καί Πέλλης Καλλίνικος (κατά κόσμον Δημήτριος Ποῦλος), βιώσας θεοφιλῶς καί ἀσκητικῶς ἐν Μητροπόλει τοῦ Οἰκουμενικοῦ Θρόνου ἐν Ἑλλάδι, ὅστις ἐσεβετο τήν Μητέρα Ἐκκλησίαν καί προήσπιζε τά δίκαια καί προνόμια αὐτῆς, ὁσιότητι μέν καί ἁγιότητι βίου διακριθείς καί τύπον καί ὑπογραμμόν ἀρετῆς καί ἐγκρατείας καί ἀγαθοεργίας ἑαυτόν παραστήσας, καί ζῶν δέ καί μετά θάνατον τοῦ χαρίσματος τῆς τῶν θαυμάτων ἐνεργείας παρά Θεοῦ ἀξιωθείς, ἡ Μετριότης ἡμῶν μετά τῶν περί ἡμᾶς Ἱερωτάτων Μητροπολιτῶν καί ὑπερτίμων, τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῖν ἀδελφῶν καί συλλειτουργῶν, ὑπ’ ὄψιν λαβόντες τόν ἅγιον βίον τοῦ ὁσίου τούτου ἀνδρός, καθ’ ἅ ἄρτι ὑπέβαλε τῇ Ἐκκλησίᾳ διά τῆς Ἱερᾶς Συνόδου τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος ὁ ἐπιτόπιος Ἱεράρχης Ἐδέσσης καί Πέλλης κ. Ἰωήλ, αἰτούμενος ὅπως ἡ Ἐκκλησία προέλθῃ ἐπισήμως εἰς τήν ἐν τῷ Ἑορτολογίῳ αὐτῆς ἔνταξιν αὐτοῦ ὡς Ὁσίου καί Ἁγίου, τῷ κοινῷ τῆς Ἐκκλησίας ἔθει κατακολουθοῦντες, ὡς εὔλογον καί πρέπον τό αἴτημα τῆς αὐτοῦ Ἱερότητος ἐκρίναμέν τε καί ἀπεδεξάμεθα.

Διό καί θεσπίζομεν Συνοδικῶς καί διοριζόμεθα καί ἐν Ἁγίῳ διακελευόμεθα Πνεύματι ὅπως ἀπό τοῦ νῦν καί εἰς τό ἑξῆς εἰς αἰῶνα τόν ἅπαντα ὁ ἀοίδιμος Ἱεράρχης Καλλίνικος συναριθμῆται τοῖς Ὀσίοις καί Ἁγίοις τῆς Ἐκκλησίας, τιμώμενος παρά τῶν πιστῶν καί ὕμνοις ἐγκωμίων γεραιρόμενος κατ’ ἔτος τῇ η΄ τοῦ μηνός Αὐγούστου, ἡμέρα τῆς κοιμήσεως αὐτοῦ.

Εἰς ἔνδειξιν δέ τούτου καί βεβαίωσιν, ἐγένετο καί ἡ παροῦσα Πατριαρχική ἡμῶν καί Συνοδική Πρᾶξις, καταστρωθεῖσα μέν καί ὑπογραφεῖσα ἐν τῷδε τῷ Ἱερῷ Κώδικι τῆς καθ’ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας, ἐν ἴσῳ δέ καί ἀπαραλλάκτῳ ἀποσταλεῖσα τῷ Μακαριωτάτῳ Ἀρχιεπισκόπῳ Ἀθηνῶν καί πάσης Ἑλλάδος κυρίῳ Ἱερωνύμῳ πρός διαβίβασιν τῷ Ἱερωτάτῳ Μητροπολίτῃ Ἐδέσσης καί Πέλλης κυρίῳ Ἰωήλ, πρός ἐπ’ ἐκκλησίας ἀνάγνωσιν καί κατάθεσιν εἶτα ἐν τοῖς Ἀρχείοις τῆς κατ’ αὐτόν Ἱερᾶς Μητροπόλεως.

Ἐν ἔτει σωτηρίῳ, βκ΄ κατά μῆνα Ἰούνιον (κγ΄)
Ἐπινεμήσεως ΙΓ΄

+Ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος ἀποφαίνεται
+Ὁ Ἀγκύρας Ἱερεμίας
+Ὁ Βοστώνης Μεθόδιος
+Ὁ Ἰκονίου Θεόληπτος
+Ὁ Ἀρκαλοχωρίου, Καστελλίου καί Βιάννου Ἀνδρέας
+Ὁ Λέρου Καλύμνου καί Ἀστυπαλαίας Παΐσιος
+Ὁ Νέας Ζηλανδίας Μύρων
+Ὁ Κρήτης Εἰρηναῖος
+Ὁ Μεξικοῦ Ἀθηναγόρας
+Ὁ Γορτύνης καί Ἀρκαδίας Μακάριος
+Ὁ Βελγίου Ἀθηναγόρας
+Ὁ Κυδωνιῶν Ἀθηναγόρας
+Ὁ Ἑλβετίας Μάξιμος

  • Προβολές: 96

Χρησιμοποιοῦμε cookies γιὰ νὰ βελτιώσουμε τὴν ἐμπειρία σας στὸν ἱστότοπο μας.  Διαβάστε Περισσότερα - Ἀποδοχή.

We use cookies to improve your site experience. Read More - Acceptance